Thesauros Literature Tragedy Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Epeisodion 1

Κλυταιμήστρα
πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
 
σέλας παραγγείλασα Μακίστου σκοπαῖς·
 
ὁ δʼ οὔτι μέλλων οὐδʼ ἀφρασμόνως ὕπνῳ 290
 
νικώμενος παρῆκεν ἀγγέλου μέρος·
 
ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπʼ Εὐρίπου ῥοὰς
 
Μεσσαπίου φύλαξι σημαίνει μολόν.
 
οἱ δʼ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω
 
γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί. 295
 
σθένουσα λαμπὰς δʼ οὐδέπω μαυρουμένη,
 
ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην
 
φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
 
ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
 
φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο 300
 
φρουρὰ πλέον καίουσα τῶν εἰρημένων·
 
λίμνην δʼ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος·
 
ὄρος τʼ ἐπʼ Αἰγίπλαγκτον ἐξικνούμενον
 
ὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός.
 
πέμπουσι δʼ ἀνδαίοντες ἀφθόνῳ μένει 305
 
φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
 
πορθμοῦ κάτοπτον πρῶνʼ ὑπερβάλλειν πρόσω
 
φλέγουσαν· ἔστʼ ἔσκηψεν εὖτʼ ἀφίκετο
 
Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·
 
κἄπειτʼ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος 310
 
φάος τόδʼ οὐκ ἄπαππον Ἰδαίου πυρός.
 
τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,
 
ἄλλος παρʼ ἄλλου διαδοχαῖς πληρούμενοι·
 
νικᾷ δʼ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
 
τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγω 315
 
ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.
Χορός
θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
← Önceki Epeisodion 1 · 2 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme