Thesauros Literature Tragedy Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Epeisodion 1

Χορός
λόγους δʼ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
 
διηνεκῶς θέλοιμʼ ἂν ὡς λέγοις πάλιν.
Κλυταιμήστρα
Τροίαν Ἀχαιοὶ τῇδʼ ἔχουσʼ ἐν ἡμέρᾳ. 320
 
οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.
 
ὄξος τʼ ἄλειφά τʼ ἐγχέας ταὐτῷ κύτει
 
διχοστατοῦντʼ ἄν, οὐ φίλω, προσεννέποις.
 
καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
 
φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς. 325
 
οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
 
ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων
 
παῖδες γερόντων οὐκέτʼ ἐξ ἐλευθέρου
 
δέρης ἀποιμώζουσι φιλτάτων μόρον·
 
τοὺς δʼ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος 330
 
νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις
 
τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,
 
ἀλλʼ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.
 
ἐν δʼ αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν
 
ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων 335
 
δρόσων τʼ ἀπαλλαγέντες, ὡς δʼ εὐδαίμονες
 
ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.
 
εἰ δʼ εὖ σέβουσι τοὺς πολισσούχους θεοὺς
 
τοὺς τῆς ἁλούσης γῆς θεῶν θʼ ἱδρύματα,
 
οὔ τἂν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν. 340
 
ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ
 
πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους.
 
δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας
 
κάμψαι διαύλου θάτερον κῶλον πάλιν·
 
θεοῖς δʼ ἀναμπλάκητος εἰ μόλοι στρατός, 345
 
ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων
 
γένοιτʼ ἄν, εἰ πρόσπαια μὴ τύχοι κακά.
← Önceki Epeisodion 1 · 3 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme