Thesauros Literature Tragedy Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Stasimon 1

[Choral 1]
προβούλου παῖς ἄφερτος ἄτας.
Χορός
ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,
 
πρέπει δέ, φῶς αἰνολαμπές, σίνος·
 
κακοῦ δὲ χαλκοῦ τρόπον 390
 
τρίβῳ τε καὶ προσβολαῖς
 
μελαμπαγὴς πέλει
 
δικαιωθείς, ἐπεὶ
 
διώκει παῖς ποτανὸν ὄρνιν,
 
πόλει πρόστριμμʼ ἄφερτον ἐνθείς. 395
 
λιτᾶν δʼ ἀκούει μὲν οὔτις θεῶν·
 
τὸν δʼ ἐπίστροφον τῶν
 
φῶτʼ ἄδικον καθαιρεῖ.
 
οἷος καὶ Πάρις ἐλθὼν
 
ἐς δόμον τὸν Ἀτρειδᾶν 400
 
ᾔσχυνε ξενίαν τράπε-
 
ζαν κλοπαῖσι γυναικός.
[Choral 2]
λιποῦσα δʼ ἀστοῖσιν ἀσπίστοράς
Χορός
τε καὶ κλόνους λογχίμους
 
ναυβάτας θʼ ὁπλισμούς, 405
 
ἄγουσά τʼ ἀντίφερνον Ἰλίῳ φθορὰν
 
βέβακεν ῥίμφα διὰ
 
πυλᾶν ἄτλητα τλᾶσα· πολλὰ δʼ ἔστενον
 
τόδʼ ἐννέποντες δόμων προφῆται·
 
ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι, 410
 
ἰὼ λέχος καὶ στίβοι φιλάνορες.
 
πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρους
 
ἄλγιστʼ ἀφημένων ἰδεῖν.
 
πόθῳ δʼ ὑπερποντίας
 
φάσμα δόξει δόμων ἀνάσσειν. 415
 
εὐμόρφων δὲ κολοσσῶν
← Önceki Stasimon 1 · 2 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme