Thesauros Literature Tragedy Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Stasimon 3

[Episode]
ηὔξω θεοῖς δείσας ἂν ὧδʼ ἔρδειν τάδε.
Ἀγαμέμνων
εἴπερ τις, εἰδώς γʼ εὖ τόδʼ ἐξεῖπον τέλος.
Κλυταιμήστρα
τί δʼ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδʼ ἤνυσεν; 935
Ἀγαμέμνων
ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.
Κλυταιμήστρα
μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.
Ἀγαμέμνων
φήμη γε μέντοι δημόθρους μέγα σθένει.
Κλυταιμήστρα
ὁ δʼ ἀφθόνητός γʼ οὐκ ἐπίζηλος πέλει.
Ἀγαμέμνων
οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης. 940
Κλυταιμήστρα
τοῖς δʼ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.
Ἀγαμέμνων
ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις;
Κλυταιμήστρα
πιθοῦ· κράτος μέντοι πάρες γʼ ἑκὼν ἐμοί.
Ἀγαμέμνων
ἀλλʼ εἰ δοκεῖ σοι ταῦθʼ, ὑπαί τις ἀρβύλας
 
λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός. 945
 
καὶ τοῖσδέ μʼ ἐμβαίνονθʼ ἁλουργέσιν θεῶν
 
μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.
 
πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν
 
φθείροντα πλοῦτον ἀργυρωνήτους θʼ ὑφάς.
 
τούτων μὲν οὕτω· τὴν ξένην δὲ πρευμενῶς 950
 
τήνδʼ ἐσκόμιζε· τὸν κρατοῦντα μαλθακῶς
 
θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
 
ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.
 
αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον
 
ἄνθος, στρατοῦ δώρημʼ, ἐμοὶ ξυνέσπετο. 955
 
ἐπεὶ δʼ ἀκούειν σοῦ κατέστραμμαι τάδε,
 
εἶμʼ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.
Κλυταιμήστρα
ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;
 
τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον
 
κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς. 960
 
οἶκος δʼ ὑπάρχει τῶνδε σὺν θεοῖς ἅλις
 
ἔχειν· πένεσθαι δʼ οὐκ ἐπίσταται δόμος.
← Önceki Stasimon 3 · 6 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme