Epeisodion 1
Ἠλέκτρα
λέγω φανῆναί σου, πάτερ, τιμάορον,
καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.
ταῦτʼ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς,
145
κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·
ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.
τοιαῖσδʼ ἐπʼ εὐχαῖς τάσδʼ ἐπισπένδω χοάς.
ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,
150
παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.
Χορός
ἵετε δάκρυ καναχὲς ὀλόμενον
πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τʼ
ἀπότροπον ἄγος ἀπεύχετον
155
κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε, σέ-
βας ὦ δέσποτʼ, ἐξ ἀμαυρᾶς φρενός.
σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων,
160
Σκυθικά τʼ ἐν χεροῖν παλίντονʼ
ἐν ἔργῳ βέλη ʼπιπάλλων Ἄρης
σχέδιά τʼ αὐτόκωπα νωμῶν ξίφη.
Ἠλέκτρα
ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·
νέου δὲ μύθου τοῦδε κοινωνήσατε·
165
Χορός
λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ.
Ἠλέκτρα
ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.
Χορός
τίνος ποτʼ ἀνδρός, ἢ βαθυζώνου κόρης;
Ἠλέκτρα
εὐξύμβολον τόδʼ ἐστὶ παντὶ δοξάσαι.
170
Χορός
πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.
Ἠλέκτρα
οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.
Χορός
ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.