Epeisodion 3
Ὀρέστης
παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
τίς ἔνδον, ὦ παῖ, παῖ, μάλʼ αὖθις, ἐν δόμοις;
τρίτον τόδʼ ἐκπέραμα δωμάτων καλῶ,
655
εἴπερ φιλόξενʼ ἐστὶν Αἰγίσθου διαί.
Οἰκέτης
εἶεν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;
Ὀρέστης
ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
τάχυνε δʼ, ὡς καὶ νυκτὸς ἅρμʼ ἐπείγεται
660
σκοτεινόν, ὥρα δʼ ἐμπόρους καθιέναι
ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
ἐξελθέτω τις δωμάτων τελεσφόρος
γυνὴ τόπαρχος, ἄνδρα δʼ εὐπρεπέστερον·
αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους
665
λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ
πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
Κλυταιμνήστρα
ξένοι, λέγοιτʼ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ
ὁποῖά περ δόμοισι τοῖσδʼ ἐπεικότα,
καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία
670
στρωμνή, δικαίων τʼ ὀμμάτων παρουσία.
εἰ δʼ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
ἀνδρῶν τόδʼ ἐστὶν ἔργον, οἷς κοινώσομεν
Ὀρέστης
ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·
στείχοντα δʼ αὐτόφορτον οἰκείᾳ σαγῇ
675
εἰς Ἄργος, ὥσπερ δεῦρʼ ἀπεζύγην πόδα,
ἀγνὼς πρὸς ἀγνῶτʼ εἶπε συμβαλὼν ἀνήρ,
ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,
Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ
ἐπείπερ ἄλλως, ὦ ξένʼ, εἰς Ἄργος κίεις,
680
πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
τεθνεῶτʼ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.