Thesauros Literature Tragedy Εὐμενίδες

Εὐμενίδες

Εὐμενίδες Aeschylus

Stasimon 1

[Choral 1]
τόδε μέλος, παρακοπά,
Χορός
παραφορὰ φρενοδαλής, 330
 
ὕμνος ἐξ Ἐρινύων,
 
δέσμιος φρενῶν, ἀφόρ-
 
μικτος, αὐονὰ βροτοῖς.
 
τοῦτο γὰρ λάχος διανταία
 
Μοῖρʼ ἐπέκλωσεν ἐμπέδως ἔχειν, 335
 
θνατῶν τοῖσιν αὐτουργίαι
 
ξυμπέσωσιν μάταιοι,
 
τοῖς ὁμαρτεῖν, ὄφρʼ ἂν
 
γᾶν ὑπέλθῃ· θανὼν δʼ
 
οὐκ ἄγαν ἐλεύθερος. 340
 
ἐπὶ δὲ τῷ τεθυμένῳ
 
τόδε μέλος, παρακοπά,
 
παραφορὰ φρενοδαλής,
 
ὕμνος ἐξ Ἐρινύων,
 
δέσμιος φρενῶν, ἀφόρ- 345
 
μικτος, αὐονὰ βροτοῖς.
[Choral 2]
γιγνομέναισι λάχη τάδʼ ἐφʼ ἁμὶν ἐκράνθη·
Χορός
ἀθανάτων δʼ ἀπέχειν χέρας, οὐδέ τις ἐστί 350
 
συνδαίτωρ μετάκοινος·
 
παλλεύκων δὲ πέπλων ἀπόμοιρος ἄκληρος ἐτύχθην
 
¯˘¯˘¯˘¯
 
δωμάτων γὰρ εἱλόμαν
 
ἀνατροπάς, ὅταν Ἄρης 355
 
τιθασὸς ὢν φίλον ἕλῃ.
 
ἐπὶ τὸν ὧδʼ ἱέμεναι
 
κρατερὸν ὄνθʼ ὅμως ἀμαυ-
 
ροῦμεν ὑφʼ αἵματος νέου.
 
σπεύδομεν αἵδʼ ἀφελεῖν τινὰ τάσδε μερίμνας, 360
← Önceki Stasimon 1 · 2 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme