Thesauros Literature Tragedy Εὐμενίδες

Εὐμενίδες

Εὐμενίδες Aeschylus

Stasimon 2

[Choral 4]
ἑκὼν δʼ ἀνάγκας ἄτερ δίκαιος ὢν 550
Χορός
οὐκ ἄνολβος ἔσται·
 
πανώλεθρος δʼ οὔποτʼ ἂν γένοιτο.
 
τὸν ἀντίτολμον δέ φαμι παρβάταν
 
ἄγοντα πολλὰ παντόφυρτʼ ἄνευ δίκας
 
βιαίως ξὺν χρόνῳ καθήσειν 555
 
λαῖφος, ὅταν λάβῃ πόνος
 
θραυομένας κεραίας.
 
καλεῖ δʼ ἀκούοντας οὐδὲν ἐν μέσᾳ
 
δυσπαλεῖ τε δίνᾳ·
 
γελᾷ δὲ δαίμων ἐπʼ ἀνδρὶ θερμῷ, 560
 
τὸν οὔποτʼ αὐχοῦντʼ ἰδὼν ἀμαχάνοις
 
δύαις λαπαδνὸν οὐδʼ ὑπερθέοντʼ ἄκραν·
 
διʼ αἰῶνος δὲ τὸν πρὶν ὄλβον
 
ἕρματι προσβαλὼν δίκας
 
ὤλετʼ ἄκλαυτος, αἶστος. 565
← Önceki Stasimon 2 · 3 / 3 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme