Thesauros Literature Tragedy Εὐμενίδες

Εὐμενίδες

Εὐμενίδες Aeschylus

Epeisodion 3

Ἀθηνᾶ
σκηνάς θʼ, ὅτʼ ἦλθον Θησέως κατὰ φθόνον
 
στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν
 
τήνδʼ ὑψίπυργον ἀντεπύργωσαν τότε,
 
Ἄρει δʼ ἔθυον, ἔνθεν ἔστʼ ἐπώνυμος
 
πέτρα, πάγος τʼ Ἄρειος· ἐν δὲ τῷ σέβας 690
 
ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν
 
σχήσει τό τʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ὁμῶς,
 
αὐτῶν πολιτῶν μὴ ʼπιχραινόντων νόμους
 
κακαῖς ἐπιρροαῖσι· βορβόρῳ δʼ ὕδωρ
 
λαμπρὸν μιαίνων οὔποθʼ εὑρήσεις ποτόν. 695
 
τὸ μήτʼ ἄναρχον μήτε δεσποτούμενον
 
ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,
 
καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.
 
τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;
 
τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας 700
 
ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον
 
ἔχοιτʼ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,
 
οὔτʼ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις.
 
κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,
 
αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ 705
 
ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.
 
ταύτην μὲν ἐξέτεινʼ ἐμοῖς παραίνεσιν
 
ἀστοῖσιν εἰς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ
 
καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην
 
αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος. 710
Χορός
καὶ μὴν βαρεῖαν τήνδʼ ὁμιλίαν χθονὸς
 
ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.
Ἀπόλλων
κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς
 
ταρβεῖν κελεύω μηδʼ ἀκαρπώτους κτίσαι.
Χορός
ἀλλʼ αἱματηρὰ πράγματʼ οὐ λαχὼν σέβεις, 715
← Önceki Epeisodion 3 · 5 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme