Thesauros Literature Tragedy Εὐμενίδες

Εὐμενίδες

Εὐμενίδες Aeschylus

Epeisodion 3

Χορός
μαντεῖα δʼ οὐκέθʼ ἁγνὰ μαντεύσῃ νέμων.
Ἀπόλλων
ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων
 
πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;
Χορός
λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης
 
βαρεῖα χώρᾳ τῇδʼ ὁμιλήσω πάλιν. 720
Ἀπόλλων
ἀλλʼ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις
 
θεοῖς ἄτιμος εἶ σύ· νικήσω δʼ ἐγώ.
Χορός
τοιαῦτʼ ἔδρασας καὶ Φέρητος ἐν δόμοις·
 
Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.
Ἀπόλλων
οὔκουν δίκαιον τὸν σέβοντʼ εὐεργετεῖν, 725
 
ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;
Χορός
σύ τοι παλαιὰς διανομὰς καταφθίσας
 
οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.
Ἀπόλλων
σύ τοι τάχʼ οὐκ ἔχουσα τῆς δίκης τέλος
 
ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν. 730
Χορός
ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,
 
δίκης γενέσθαι τῆσδʼ ἐπήκοος μένω,
 
ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.
Ἀθηνᾶ
ἐμὸν τόδʼ ἔργον, λοισθίαν κρῖναι δίκην.
 
ψῆφον δʼ Ὀρέστῃ τήνδʼ ἐγὼ προσθήσομαι. 735
 
μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μʼ ἐγείνατο,
 
τὸ δʼ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,
 
ἅπαντι θυμῷ, κάρτα δʼ εἰμὶ τοῦ πατρός.
 
οὕτω γυναικὸς οὐ προτιμήσω μόρον
 
ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον. 740
 
νικᾷ δʼ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.
 
ἐκβάλλεθʼ ὡς τάχιστα τευχέων πάλους,
 
ὅσοις δικαστῶν τοῦτʼ ἐπέσταλται τέλος.
Ὀρέστης
ὦ Φοῖβʼ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;
Χορός
ὦ Νὺξ μέλαινα μῆτερ, ἆρʼ ὁρᾷς τάδε; 745
← Önceki Epeisodion 3 · 6 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme