Thesauros Literature Tragedy Εὐμενίδες

Εὐμενίδες

Εὐμενίδες Aeschylus

Stasimon 3

[Choral 2]
πνέω τοι μένος ἅπαντά τε κότον. 840
Χορός
οἶ οἶ δᾶ, φεῦ.
 
τίς μʼ ὑποδύεται, τίς ὀδύνα πλευράς ;
 
θυμὸν ἄιε, μᾶτερ
 
Νύξ· ἀπὸ γάρ με τι- 845
 
μᾶν δαναιᾶν θεῶν
 
δυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι.
Ἀθηνᾶ
ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ.
 
καὶ τῷ μὲν εἶ σὺ κάρτʼ ἐμοῦ σοφωτέρα·
 
φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς. 850
 
ὑμεῖς δʼ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα
 
γῆς τῆσδʼ ἐρασθήσεσθε· προυννέπω τάδε.
 
οὑπιρρέων γὰρ τιμιώτερος χρόνος
 
ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν
 
ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως 855
 
τεύξῃ παρʼ ἀνδρῶν καὶ γυναικείων στόλων,
 
ὅσων παρʼ ἄλλων οὔποτʼ ἂν σχέθοις βροτῶν.
 
σὺ δʼ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς
 
μήθʼ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας
 
νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν, 860
 
μήτʼ, ἐξελοῦσʼ ὡς καρδίαν ἀλεκτόρων,
 
ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη
 
ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.
 
θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,
 
ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως· 865
 
ἐνοικίου δʼ ὄρνιθος οὐ λέγω μάχην
 
τοιαῦθʼ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,
 
εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην
 
χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.
Χορός
ἐμὲ παθεῖν τάδε, φεῦ, 870
← Önceki Stasimon 3 · 3 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme