Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 5

[Episode]
Κύπρις γὰρ ἡ πανοῦργος ὧδ’ ἐμήσατο. 1400
Ἱππόλυτος
ὤμοι· φρονῶ δὴ δαίμον’ ἥ μ’ ἀπώλεσεν.
Ἄρτεμις
τιμῆς ἐμέμφθη σωφρονοῦντι δ’ ἤχθετο.
Ἱππόλυτος
τρεῖς ὄντας ἡμᾶς ὤλεσ’, ᾔσθημαι, Κύπρις.
Ἄρτεμις
πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.
Ἱππόλυτος
ᾤμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας. 1405
Ἄρτεμις
ἐξηπατήθη δαίμονος βουλεύμασιν.
Ἱππόλυτος
ὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.
Θησεύς
ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου.
Ἱππόλυτος
στένω σὲ μᾶλλον ἢ ’μὲ τῆς ἁμαρτίας.
Θησεύς
εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός. 1410
Ἱππόλυτος
ὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.
Θησεύς
ὡς μήποτ’ ἐλθεῖν ὤφελ’ ἐς τοὐμὸν στόμα.
Ἱππόλυτος
τί δ’; ἔκτανές τἄν μ’, ὡς τότ’ ἦσθ’ ὠργισμένος.
Θησεύς
δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.
Ἱππόλυτος
φεῦ· 1415
 
εἴθ’ ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος. 1415
Ἄρτεμις
ἔασον· οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον
 
θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας
 
ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας
 
σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν.
 
ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς 1420
 
ὃς ἂν μάλιστα φίλτατος κυρῇ βροτῶν
 
τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.
 
σοὶ δ’, ὦ ταλαίπωρ’, ἀντὶ τῶνδε τῶν κακῶν
 
τιμὰς μεγίστας ἐν πόλει Τροζηνίᾳ
 
δώσω· κόραι γὰρ ἄζυγες γάμων πάρος 1425
 
κόμας κεροῦνταί σοι, δι’ αἰῶνος μακροῦ
 
πένθη μέγιστα δακρύων καρπουμένῳ.
 
ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων
← Önceki Stasimon 5 · 5 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme