Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 1

[Episode]
— ἀλλ’ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν 170
Χορός
τήνδε κομίζουσ’ ἔξω μελάθρων·
 
στυγνὸν δ’ ὀφρύων νέφος αὐξάνεται.
 
τί ποτ’ ἔστι μαθεῖν ἔραται ψυχή,
 
τί δεδήληται
 
δέμας ἀλλόχροον βασιλείας. 175
Τροφός
ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι.
 
τί σ’ ἐγὼ δράσω; τί δὲ μὴ δράσω;
 
τόδε σοι φέγγος λαμπρόν, ὅδ’ αἰθήρ·
 
ἔξω δὲ δόμων ἤδη νοσερᾶς
 
δέμνια κοίτης. 180
 
δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι·
 
τάχα δ’ ἐς θαλάμους σπεύσεις τὸ πάλιν.
 
ταχὺ γὰρ σφάλλῃ κοὐδενὶ χαίρεις,
 
οὐδέ σ’ ἀρέσκει τὸ παρόν, τὸ δ’ ἀπὸν
 
φίλτερον ἡγῇ. 185
 
κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν·
 
τὸ μέν ἐστιν ἁπλοῦν, τῷ δὲ συνάπτει
 
λύπη τε φρενῶν χερσίν τε πόνος.
 
πᾶς δ’ ὀδυνηρὸς βίος ἀνθρώπων,
 
κοὐκ ἔστι πόνων ἀνάπαυσις. 190
 
ἀλλ’ ὅ τι τοῦ ζῆν φίλτερον ἄλλο
 
σκότος ἀμπίσχων κρύπτει νεφέλαις.
 
τοῦ δ’ ὅ τι τοῦτο στίλβει κατὰ γῆν
 
δυσέρωτες δὴ φαινόμεθ’ ὄντες,
 
δι’ ἀπειροσύνην ἄλλου βιότου 195
 
κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας·
 
μύθοις δ’ ἄλλως φερόμεσθα.
Φαίδρα
ἄρατέ μου δέμας, ὀρθοῦτε κάρα·
 
λέλυμαι μελέων σύνδεσμα φίλων.
← Önceki bölüm Stasimon 1 · 1 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme