Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 1

[Episode]
τοιαῖσδε, σώφρων δ’ οὖσ’ ἐτύγχανες γυνή,
Τροφός
οὐκ ἄν ποτ’ εὐνῆς οὕνεχ’ ἡδονῆς τε σῆς 495
 
προσῆγον ἄν σε δεῦρο· νῦν δ’ ἀγὼν μέγας
 
σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.
Φαίδρα
ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλῄσεις στόμα
 
καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;
Τροφός
αἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι. 500
 
κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,
 
ἢ τοὔνομ’, ᾧ σὺ κατθανῇ γαυρουμένη.
Φαίδρα
καὶ μή σε πρὸς θεῶν — εὖ λέγεις γάρ, αἰσχρὰ δέ —
 
πέρα προβῇς τῶνδ’· ὡς ὑπείργασμαι μὲν εὖ
 
ψυχὴν ἔρωτι, τᾀσχρὰ δ’ ἢν λέγῃς καλῶς, 505
 
ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι.
Τροφός
εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ’ ἁμαρτάνειν·
 
εἰ δ’ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις.
 
ἔστιν κατ’ οἴκους φίλτρα μοι θελκτήρια
 
ἔρωτος, ἦλθε δ’ ἄρτι μοι γνώμης ἔσω, 510
 
ἅ σ’ οὔτ’ ἐπ’ αἰσχροῖς οὔτ’ ἐπὶ βλάβῃ φρενῶν
 
παύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένῃ κακή.
 
δεῖ δ’ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου
 
σημεῖον, ἢ λόγον τιν’ ἢ πέπλων ἄπο
 
λαβεῖν, συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν. 515
Φαίδρα
πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;
Τροφός
οὐκ οἶδ’· ὀνάσθαι, μὴ μαθεῖν βούλου, τέκνον.
Φαίδρα
δέδοιχ’ ὅπως μοι μὴ λίαν φανῇς σοφή.
Τροφός
πάντ’ ἂν φοβηθεῖσ’ ἴσθι· δειμαίνεις δὲ τί;
Φαίδρα
μή μοί τι Θησέως τῶνδε μηνύσῃς τόκῳ. 520
Τροφός
ἔασον, ὦ παῖ· ταῦτ’ ἐγὼ θήσω καλῶς.
 
μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,
 
συνεργὸς εἴης. τἄλλα δ’ οἷ’ ἐγὼ φρονῶ
← Önceki Stasimon 1 · 12 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme