Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 1

[Episode]
τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.
[Choral 1]
Ἔρως Ἔρως, ὃ κατ’ ὀμμάτων 525
Χορός
στάζεις πόθον, εἰσάγων γλυκεῖαν
 
ψυχᾷ χάριν οὓς ἐπιστρατεύσῃ,
 
μή μοί ποτε σὺν κακῷ φανείης
 
μηδ’ ἄρρυθμος ἔλθοις.
 
οὔτε γὰρ πυρὸς οὔτ’ ἄστρων ὑπέρτερον βέλος, 530
 
οἷον τὸ τᾶς Ἀφροδίτας
 
ἵησιν ἐκ χερῶν
 
Ἔρως, ὁ Διὸς παῖς.
 
ἄλλως ἄλλως παρά τ’ Ἀλφεῷ 535
 
Φοίβου τ’ ἐπὶ Πυθίοις τεράμνοις
 
βούταν φόνον Ἑλλὰς αἶ’ ἀέξει·
 
Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν,
 
τὸν τᾶς Ἀφροδίτας
 
φιλτάτων θαλάμων κλῃδοῦχον, οὐ σεβίζομεν, 540
 
πέρθοντα καὶ διὰ πάσας
 
ἰόντα συμφορᾶς
 
θνατοῖς, ὅταν ἔλθῃ.
[Choral 2]
τὰν μὲν Οἰχαλίᾳ 545
Χορός
πῶλον ἄζυγα λέκτρων, ἄναν-
 
δρον τὸ πρὶν καὶ ἄνυμφον, οἴ-
 
κων ζεύξασ’ ἀπ’ Εὐρυτίων
 
δρομάδα Ναΐδ’ ὅπως τε Βάκ-
 
χαν σὺν αἵματι, σὺν καπνῷ 550
 
φονίοις θ’ ὑμεναίοις
 
Ἀλκμήνας τόκῳ Κύπρις ἐξέδωκεν·
 
ὦ τλάμων ὑμεναίων.
 
ὦ Θήβας ἱερὸν 555
 
τεῖχος, ὦ στόμα Δίρκας, συνεί-
← Önceki Stasimon 1 · 13 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme