Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 1

[Episode]
λάβετ’ εὐπήχεις χεῖρας, πρόπολοι. 200
Φαίδρα
βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν·
 
ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις.
Τροφός
θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς
 
μετάβαλλε δέμας.
 
ῥᾷον δὲ νόσον μετά θ’ ἡσυχίας 205
 
καὶ γενναίου λήματος οἴσεις·
 
μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.
Φαίδρα
αἰαῖ·
 
πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος
 
καθαρῶν ὑδάτων πῶμ’ ἀρυσαίμαν,
 
ὑπό τ’ αἰγείροις ἔν τε κομήτῃ 210
 
λειμῶνι κλιθεῖσ’ ἀναπαυσαίμαν;
Τροφός
ὦ παῖ, τί θροεῖς;
 
οὐ μὴ παρ’ ὄχλῳ τάδε γηρύσῃ
 
μανίας ἔποχον ῥίπτουσα λόγον;
Φαίδρα
πέμπετέ μ’ εἰς ὄρος· εἶμι πρὸς ὕλαν 215
 
καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι
 
στείβουσι κύνες
 
βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι·
 
πρὸς θεῶν, ἔραμαι κυσὶ θωΰξαι
 
καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι 220
 
Θεσσαλὸν ὅρπακ’, ἐπίλογχον ἔχουσ’
 
ἐν χειρὶ βέλος.
Τροφός
τί ποτ’, ὦ τέκνον, τάδε κηραίνεις;
 
τί κυνηγεσίων καὶ σοὶ μελέτη;
 
τί δὲ κρηναίων νασμῶν ἔρασαι; 225
 
πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς
 
κλιτύς, ὅθεν σοι πῶμα γένοιτ’ ἄν.
Φαίδρα
δέσποιν’ ἁλίας Ἄρτεμι Λίμνας
← Önceki Stasimon 1 · 2 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme