Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 1

[Episode]
χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι.
Τροφός
μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;
Φαίδρα
φίλος μ’ ἀπόλλυσ’ οὐχ ἑκοῦσαν οὐχ ἑκών.
Τροφός
Θησεύς τιν’ ἡμάρτηκεν ἐς σ’ ἁμαρτίαν; 320
Φαίδρα
μὴ δρῶσ’ ἔγωγ’ ἐκεῖνον ὀφθείην κακῶς.
Τροφός
τί γὰρ τὸ δεινὸν τοῦθ’ ὅ σ’ ἐξαίρει θανεῖν;
Φαίδρα
ἔα μ’ ἁμαρτεῖν· οὐ γὰρ ἐς σὲ ἁμαρτάνω.
Τροφός
οὐ δῆθ’ ἑκοῦσά γ’, ἐν δὲ σοὶ λελείψομαι.
Φαίδρα
τί δρᾷς; βιάζῃ χειρὸς ἐξαρτωμένη; 325
Τροφός
καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.
Φαίδρα
κάκ’, ὦ τάλαινα, σοὶ τάδ’, εἰ πεύσῃ, κακά.
Τροφός
μεῖζον γὰρ ἢ σοῦ μὴ τυχεῖν τί μοι κακόν;
Φαίδρα
ὀλεῖς· τὸ μέντοι πρᾶγμ’ ἐμοὶ τιμὴν φέρει.
Τροφός
κἄπειτα κρύπτεις χρήσθ’ ἱκνουμένης ἐμοῦ; 330
Φαίδρα
ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.
Τροφός
οὐκοῦν λέγουσα τιμιωτέρα φανῇ.
Φαίδρα
ἄπελθε πρὸς θεῶν δεξιᾶς τ’ ἐμῆς μέθες.
Τροφός
οὐ δῆτ’, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.
Φαίδρα
δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν. 335
Τροφός
σιγῷμ’ ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος.
Φαίδρα
ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον,
Τροφός
ὃν ἔσχε Ταύρου, τέκνον, ἢ τί φῂς τόδε;
Φαίδρα
σύ τ’, ὦ τάλαιν’ ὅμαιμε, Διονύσου δάμαρ,
Τροφός
τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς; 340
Φαίδρα
τρίτη δ’ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.
Τροφός
ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;
Φαίδρα
ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.
Τροφός
οὐδέν τι μᾶλλον οἶδ’ ἃ βούλομαι κλύειν.
Φαίδρα
φεῦ· 345
 
πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν; 345
← Önceki Stasimon 1 · 6 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme