Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 3

[Episode]
στάνθ’, ὡς ἐδάκρυσ’ οἷα πάσχομεν κακά.
Θησεύς
πολλῷ γε μᾶλλον σαυτὸν ἤσκησας σέβειν 1080
 
ἢ τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν.
Ἱππόλυτος
ὦ δυστάλαινα μῆτερ, ὦ πικραὶ γοναί·
 
μηδείς ποτ’ εἴη τῶν ἐμῶν φίλων νόθος.
Θησεύς
οὐχ ἕλξετ’ αὐτόν, δμῶες; οὐκ ἀκούετε
 
πάλαι ξενοῦσθαι τόνδε προυννέποντά με; 1085
Ἱππόλυτος
κλαίων τις αὐτῶν ἆρ’ ἐμοῦ τεθίξεται·
 
σὺ δ’ αὐτός, εἴ σοι θυμός, ἐξώθει χθονός.
Θησεύς
δράσω τάδ’, εἰ μὴ τοῖς ἐμοῖς πείσῃ λόγοις·
 
οὐ γάρ τις οἶκτος σῆς μ’ ὑπέρχεται φυγῆς.
Ἱππόλυτος
ἄραρεν, ὡς ἔοικεν· ὦ τάλας ἐγώ· 1090
 
ὡς οἶδα μὲν ταῦτ’, οἶδα δ’ οὐχ ὅπως φράσω.
 
ὦ φιλτάτη μοι δαιμόνων Λητοῦς κόρη,
 
σύνθακε, συγκύναγε, φευξόμεσθα δὴ
 
κλεινὰς Ἀθήνας. ἀλλὰ χαιρέτω πόλις
 
καὶ γαῖ’ Ἐρεχθέως· ὦ πέδον Τροζήνιον, 1095
 
ὡς ἐγκαθηβᾶν πόλλ’ ἔχεις εὐδαίμονα,
 
χαῖρ’· ὕστατον γάρ σ’ εἰσορῶν προσφθέγγομαι.
 
ἴτ’ ὦ νέοι μοι τῆσδε γῆς ὁμήλικες,
 
προσείπαθ’ ἡμᾶς καὶ προπέμψατε χθονός·
 
ὡς οὔποτ’ ἄλλον ἄνδρα σωφρονέστερον 1100
 
ὄψεσθε, κεἰ μὴ ταῦτ’ ἐμῷ δοκεῖ πατρί.
[Choral 1]
ἦ μέγα μοι τὰ θεῶν μελεδήμαθ’, ὅταν φρένας ἔλθῃ,
Χορός Κυνηγῶν
λύπας παραιρεῖ· ξύνεσιν δέ τιν’ ἐλπίδι κεύθων
 
λείπομαι ἔν τε τύχαις θνατῶν καὶ ἐν ἔργμασι λεύσσων·
 
ἄλλα γὰρ ἄλλοθεν ἀμείβεται, μετὰ δ’ ἵσταται ἀνδράσιν 1105
 
αἰὼν
 
πολυπλάνητος αἰεί.
Χορός
εἴθε μοι εὐξαμένᾳ θεόθεν τάδε μοῖρα παράσχοι,
← Önceki Stasimon 3 · 10 / 12 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme