Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 3

[Episode]
ὡς ἡ φρονοῦσα τἄδικ’ ἐξηλέγχετο 930
Θησεύς
πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.
Ἱππόλυτος
ἀλλ’ ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει
 
φίλων, νοσοῦμεν δ’ οὐδὲν ὄντες αἴτιοι;
 
ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί με
 
λόγοι παραλλάσσοντες ἔξεδροι φρενῶν. 935
Θησεύς
φεῦ τῆς βροτείας· ποῖ προβήσεται; φρενός.
 
τί τέρμα τόλμης καὶ θράσους γενήσεται;
 
εἰ γὰρ κατ’ ἀνδρὸς βίοτον ἐξογκώσεται,
 
ὁ δ’ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν
 
πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ 940
 
ἄλλην δεήσει γαῖαν, ἣ χωρήσεται
 
τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.
 
σκέψασθε δ’ ἐς τόνδ’, ὅστις ἐξ ἐμοῦ γεγὼς
 
ᾔσχυνε τἀμὰ λέκτρα κἀξελέγχεται
 
πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν. 945
 
δεῖξον δ’, ἐπειδή γ’ ἐς μίασμ’ ἐλήλυθας,
 
τὸ σὸν πρόσωπον δεῦρ’ ἐναντίον πατρί.
 
σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρ
 
ξύνει; σὺ σώφρων καὶ κακῶν ἀκήρατος;
 
οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ 950
 
θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.
 
ἤδη νυν αὔχει καὶ δι’ ἀψύχου βορᾶς
 
σίτοις καπήλευ’, Ὀρφέα τ’ ἄνακτ’ ἔχων
 
βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς·
 
ἐπεί γ’ ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼ 955
 
φεύγειν προφωνῶ πᾶσι· θηρεύουσι γὰρ
 
σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.
 
τέθνηκεν ἥδε· τοῦτό σ’ ἐκσώσειν δοκεῖς;
 
ἐν τῷδ’ ἁλίσκῃ πλεῖστον, ὦ κάκιστε σύ·
← Önceki Stasimon 3 · 5 / 12 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme