Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Epeisodion 4

Χορός
— καὶ μὴν ὀπαδὸν Ἱππολύτου τόνδ’ εἰσορῶ
 
σπουδῇ σκυθρωπὸν πρὸς δόμους ὁρμώμενον.
Ἄγγελος
ποῖ γῆς ἄνακτα τῆσδε Θησέα μολὼν
 
εὕροιμ’ ἄν, ὦ γυναῖκες; εἴπερ ἴστε μοι
 
σημήνατ’· ἆρα τῶνδε δωμάτων ἔσω; 1155
Χορός
ὅδ’ αὐτὸς ἔξω δωμάτων πορεύεται.
Ἄγγελος
Θησεῦ, μερίμνης ἄξιον φέρω λόγον
 
σοὶ καὶ πολίταις οἵ τ’ Ἀθηναίων πόλιν
 
ναίουσι καὶ γῆς τέρμονας Τροζηνίας.
Θησεύς
τί δ’ ἔστι; μῶν τις συμφορὰ νεωτέρα 1160
 
δισσὰς κατείληφ’ ἀστυγείτονας πόλεις;
Ἄγγελος
Ἱππόλυτος οὐκέτ’ ἔστιν, ὡς εἰπεῖν ἔπος·
 
δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.
Θησεύς
πρὸς τοῦ; δι’ ἔχθρας μῶν τις ἦν ἀφιγμένος,
 
ὅτου κατῄσχυν’ ἄλοχον ὡς πατρὸς βίᾳ; 1165
Ἄγγελος
οἰκεῖος αὐτὸν ὤλεσ’ ἁρμάτων ὄχος
 
ἀραί τε τοῦ σοῦ στόματος, ἃς σὺ σῷ πατρὶ
 
πόντου κρέοντι παιδὸς ἠράσω πέρι.
Θησεύς
ὦ θεοὶ Πόσειδόν θ’, ὡς ἄρ’ ἦσθ’ ἐμὸς πατὴρ
 
ὀρθῶς, ἀκούσας τῶν ἐμῶν κατευγμάτων. 1170
 
πῶς καὶ διώλετ’; εἰπέ· τῷ τρόπῳ Δίκης
 
ἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντ’ ἐμέ;
Ἄγγελος
ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλας
 
ψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχας
 
κλαίοντες· ἦλθε γάρ τις ἄγγελος λέγων 1175
 
ὡς οὐκέτ’ ἐν γῇ τῇδ’ ἀναστρέψοι πόδα
 
Ἱππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων.
 
ὃ δ’ ἦλθε ταὐτὸν δακρύων ἔχων μέλος
 
ἡμῖν ἐπ’ ἀκτάς· μυρία δ’ ὀπισθόπους
 
φίλων ἅμ’ ἔστειχ’ ἡλίκων θ’ ὁμήγυρις. 1180
← Önceki bölüm Epeisodion 4 · 1 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme