Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Prologos

Ἀφροδίτη
Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος,
 
θεὰ κέκλημαι Κύπρις, οὐρανοῦ τ’ ἔσω·
 
ὅσοι τε Πόντου τερμόνων τ’ Ἀτλαντικῶν
 
ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου,
 
τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη, 5
 
σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
 
ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε·
 
τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο.
 
δείξω δὲ μύθων τῶνδ’ ἀλήθειαν τάχα·
 
ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος, 10
 
Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα,
 
μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας
 
λέγει κακίστην δαιμόνων πεφυκέναι,
 
ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων·
 
Φοίβου δ’ ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην, 15
 
τιμᾷ, μεγίστην δαιμόνων ἡγούμενος·
 
χλωρὰν δ’ ἀν’ ὕλην παρθένῳ ξυνὼν ἀεὶ
 
κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός,
 
μείζω βροτείας προσπεσὼν ὁμιλίας.
 
τούτοισι μέν νυν οὐ φθονῶ· τί γάρ με δεῖ; 20
 
ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκε, τιμωρήσομαι
 
Ἱππόλυτον ἐν τῇδ’ ἡμέρᾳ· τὰ πολλὰ δὲ
 
πάλαι προκόψασ’ — οὐ πόνου πολλοῦ με δεῖ.
 
ἐλθόντα γάρ νιν Πιτθέως ποτ’ ἐκ δόμων
 
σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων 25
 
Πανδίονος γῆν, πατρὸς εὐγενὴς δάμαρ
 
ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο
 
ἔρωτι δεινῷ τοῖς ἐμοῖς βουλεύμασιν.
 
καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν,
 
πέτραν παρ’ αὐτὴν Παλλάδος, κατόψιον 30
Prologos · 1 / 2 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme