Thesauros Literature Tragedy Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Stasimon 4

[Episode]
γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.
Ὀρέστης
σοὶ δ’ ἦν τις ὅστις τοῦδ’ ἐκοινώνει φόνου; 915
Ἑρμιόνη
πατήρ γ’ ἐπ’ αὐτὸ τοῦτ’ ἀπὸ Σπάρτης μολών.
Ὀρέστης
κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;
Ἑρμιόνη
αἰδοῖ γε· καί μ’ ἔρημον οἴχεται λιπών.
Ὀρέστης
συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν.
Ἑρμιόνη
ἔγνως· ὀλεῖ γάρ μ’ ἐνδίκως. τί δεῖ λέγειν; 920
 
ἀλλ’ ἄντομαί σε Δία καλοῦσ’ ὁμόγνιον,
 
πέμψον με χώρας τῆσδ’ ὅποι προσωτάτω
 
ἢ πρὸς πατρῷον μέλαθρον· ὡς δοκοῦσί γε
 
δόμοι τ’ ἐλαύνειν φθέγμ’ ἔχοντες οἵδε με,
 
μισεῖ τε γαῖα Φθιάς. εἰ δ’ ἥξει πάρος 925
 
Φοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις,
 
κτενεῖ μ’ ἐπ’ αἰσχίστοισιν· ἢ δουλεύσομεν
 
νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.
 
πῶς οὖν τάδ’, ὡς εἴποι τις, ἐξημάρτανες;
 
κακῶν γυναικῶν εἴσοδοί μ’ ἀπώλεσαν, 930
 
αἵ μοι λέγουσαι τούσδ’ ἐχαύνωσαν λόγους·
 
Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις
 
δούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην;
 
μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ’ ἐμοῖς δόμοις
 
βλέπουσ’ ἂν αὐγὰς τἄμ’ ἐκαρποῦτ’ ἂν λέχη. 935
 
κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους,
 
σοφῶν πανούργων ποικίλων λαλημάτων,
 
ἐξηνεμώθην μωρίᾳ. τί γάρ μ’ ἐχρῆν
 
πόσιν φυλάσσειν, ᾗ παρῆν ὅσων ἔδει;
 
πολὺς μὲν ὄλβος· δωμάτων δ’ ἠνάσσομεν· 940
 
παῖδας δ’ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,
 
ἡ δ’ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.
 
ἀλλ’ οὔποτ’ οὔποτ’—οὐ γὰρ εἰσάπαξ ἐρῶ—
← Önceki Stasimon 4 · 4 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme