Thesauros Literature Tragedy Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Stasimon 4

[Episode]
καὶ τὸν παρόντα δαίμον’, ὡς φίλων μὲν ἂν
Ὀρέστης
γήμαιμ’ ἀπ’ ἀνδρῶν, ἔκτοθεν δ’ οὐ ῥᾳδίως, 975
 
φεύγων ἀπ’ οἴκων ἃς ἐγὼ φεύγω φυγάς.
 
ὃ δ’ ἦν ὑβριστὴς εἴς τ’ ἐμῆς μητρὸς φόνον
 
τάς θ’ αἱματωποὺς θεὰς ὀνειδίζων ἐμοί.
 
κἀγὼ ταπεινὸς ὢν τύχαις ταῖς οἴκοθεν
 
ἤλγουν μὲν ἤλγουν, συμφοραῖς δ’ ἠνειχόμην, 980
 
σῶν δὲ στερηθεὶς ᾠχόμην ἄκων γάμων.
 
νῦν οὖν, ἐπειδὴ περιπετεῖς ἔχεις τύχας
 
καὶ ξυμφορὰν τήνδ’ εἰσπεσοῦσ’ ἀμηχανεῖς,
 
ἄξω σ’ ἀπ’ οἴκων καὶ πατρὸς δώσω χερί.
 
τὸ συγγενὲς γὰρ δεινόν, ἔν τε τοῖς κακοῖς 985
 
οὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου.
Ἑρμιόνη
νυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸς
 
μέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε.
 
ἀλλ’ ὡς τάχιστα τῶνδέ μ’ ἔκπεμψον δόμων,
 
μὴ φθῇ με προσβὰς δῶμα καὶ μολὼν πόσις, 990
 
ἢ πρέσβυς οἴκους μ’ ἐξερημοῦσαν μαθὼν
 
Πηλεὺς μετέλθῃ πωλικοῖς διώγμασιν.
Ὀρέστης
θάρσει γέροντος χεῖρα· τὸν δ’ Ἀχιλλέως
 
μηδὲν φοβηθῇς παῖδ’, ὅσ’ εἰς ἔμ’ ὕβρισε.
 
τοία γὰρ αὐτῷ μηχανὴ πεπλεγμένη 995
 
βρόχοις ἀκινήτοισιν ἕστηκεν φόνου
 
πρὸς τῆσδε χειρός· ἣν πάρος μὲν οὐκ ἐρῶ,
 
τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα.
 
ὁ μητροφόντης δ’, ἢν δορυξένων ἐμῶν
 
μείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα, 1000
 
δείξει γαμεῖν σφε μηδέν’ ὧν ἐχρῆν ἐμέ.
 
πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκην
 
ἄνακτα Φοῖβον· οὐδέ νιν μετάστασις
← Önceki Stasimon 4 · 6 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme