Thesauros Literature Tragedy Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Epeisodion 5

Ἄγγελος
δεινὰς δ’ ἂν εἶδες πυρρίχας φρουρουμένου 1135
 
βέλεμνα παιδός. ὡς δέ νιν περισταδὸν
 
κύκλῳ κατεῖχον οὐ διδόντες ἀμπνοάς,
 
βωμοῦ κενώσας δεξίμηλον ἐσχάραν,
 
τὸ Τρωικὸν πήδημα πηδήσας ποδοῖν
 
χωρεῖ πρὸς αὐτούς· οἳ δ’ ὅπως πελειάδες 1140
 
ἱέρακ’ ἰδοῦσαι πρὸς φυγὴν ἐνώτισαν.
 
πολλοὶ δ’ ἔπιπτον μιγάδες ἔκ τε τραυμάτων
 
αὐτοί θ’ ὑπ’ αὐτῶν στενοπόρους κατ’ ἐξόδους,
 
κραυγὴ δ’ ἐν εὐφήμοισι δύσφημος δόμοις
 
πέτραισιν ἀντέκλαγξ’· ἐν εὐδίᾳ δέ πως 1145
 
ἔστη φαεννοῖς δεσπότης στίλβων ὅπλοις·
 
πρὶν δή τις ἀδύτων ἐκ μέσων ἐφθέγξατο
 
δεινόν τι καὶ φρικῶδες, ὦρσε δὲ στρατὸν
 
στρέψας πρὸς ἀλκήν. ἔνθ’ Ἀχιλλέως πίτνει
 
παῖς ὀξυθήκτῳ πλευρὰ φασγάνῳ τυπεὶς 1150
 
Δελφοῦ πρὸς ἀνδρός, ὅσπερ αὐτὸν ὤλεσε,
 
πολλῶν μετ’ ἄλλων· ὡς δὲ πρὸς γαῖαν πίτνει,
 
τίς οὐ σίδηρον προσφέρει, τίς οὐ πέτρον,
 
βάλλων ἀράσσων; πᾶν δ’ ἀνήλωται δέμας
 
τὸ καλλίμορφον τραυμάτων ὑπ’ ἀγρίων. 1155
 
νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλας
 
ἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων.
 
ἡμεῖς δ’ ἀναρπάσαντες ὡς τάχος χεροῖν
 
κομίζομέν νιν σοὶ κατοιμῶξαι γόοις
 
κλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφῳ. 1160
 
τοιαῦθ’ ὁ τοῖς ἄλλοισι θεσπίζων ἄναξ,
 
ὁ τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής,
 
δίκας διδόντα παῖδ’ ἔδρασ’ Ἀχιλλέως.
 
ἐμνημόνευσε δ’, ὥσπερ ἄνθρωπος κακός,
← Önceki Epeisodion 5 · 4 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme