Thesauros Literature Tragedy Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Stasimon 6

[Episode]
ἰὼ ἰώ·
Χορός
τί κεκίνηται; τίνος αἰσθάνομαι
 
θείου; κοῦραι, λεύσσετ’ ἀθρήσατε·
 
δαίμων ὅδε τις λευκὴν αἰθέρα
 
πορθμευόμενος τῶν ἱπποβότων
 
Φθίας πεδίων ἐπιβαίνει. 1230
Θέτις
Πηλεῦ, χάριν σοι τῶν πάρος νυμφευμάτων
 
ἥκω Θέτις λιποῦσα Νηρέως δόμους.
 
καὶ πρῶτα μέν δὴ τοῖς παρεστῶσιν κακοῖς
 
μηδέν τι λίαν δυσφορεῖν παρῄνεσα·
 
κἀγὼ γάρ, ἣν ἄκλαυτα χρῆν τίκτειν τέκνα, 1235
 
ἀπώλεσ’ ἐκ σοῦ παῖδα τὸν ταχὺν πόδας
 
Ἀχιλλέα τεκοῦσα πρῶτον Ἑλλάδος.
 
ὧν δ’ οὕνεκ’ ἦλθον σημανῶ, σὺ δ’ ἐνδέχου.
 
τὸν μὲν θανόντα τόνδ’ Ἀχιλλέως γόνον
 
θάψον πορεύσας Πυθικὴν πρὸς ἐσχάραν, 1240
 
Δελφοῖς ὄνειδος, ὡς ἀπαγγέλλῃ τάφος
 
φόνον βίαιον τῆς Ὀρεστείας χερός·
 
γυναῖκα δ’ αἰχμάλωτον, Ἀνδρομάχην λέγω,
 
Μολοσσίαν γῆν χρὴ κατοικῆσαι, γέρον,
 
Ἑλένῳ συναλλαχθεῖσαν εὐναίοις γάμοις, 1245
 
καὶ παῖδα τόνδε, τῶν ἀπ’ Αἰακοῦ μόνον
 
λελειμμένον δή. βασιλέα δ’ ἐκ τοῦδε χρὴ
 
ἄλλον δι’ ἄλλου διαπερᾶν Μολοσσίας
 
εὐδαιμονοῦντας· οὐ γὰρ ὧδ’ ἀνάστατον
 
γένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον, 1250
 
Τροίας τε· καὶ γὰρ θεοῖσι κἀκείνης μέλει,
 
καίπερ πεσούσης Παλλάδος προθυμίᾳ.
 
σὲ δ’, ὡς ἂν εἰδῇς τῆς ἐμῆς εὐνῆς χάριν,
 
θεὰ γεγῶσα καὶ θεοῦ πατρὸς τέκος,
← Önceki bölüm Stasimon 6 · 1 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme