Thesauros Literature Tragedy Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Stasimon 6

[Episode]
κακῶν ἀπαλλάξασα τῶν βροτησίων 1255
Θέτις
ἀθάνατον ἄφθιτόν τε ποιήσω θεόν.
 
κἄπειτα Νηρέως ἐν δόμοις ἐμοῦ μέτα
 
τὸ λοιπὸν ἤδη θεὸς συνοικήσεις θεᾷ·
 
ἔνθεν κομίζων ξηρὸν ἐκ πόντου πόδα
 
τὸν φίλτατον σοὶ παῖδ’ ἐμοί τ’ Ἀχιλλέα 1260
 
ὄψῃ δόμους ναίοντα νησιωτικοὺς
 
Λευκὴν κατ’ ἀκτὴν ἐντὸς Εὐξείνου πόρου.
 
ἀλλ’ ἕρπε Δελφῶν εἰς θεόδμητον πόλιν
 
νεκρὸν κομίζων τόνδε, καὶ κρύψας χθονὶ
 
ἐλθὼν παλαιᾶς χοιράδος κοῖλον μυχὸν 1265
 
Σηπιάδος ἵζου· μίμνε δ’, ἔστ’ ἂν ἐξ ἁλὸς
 
λαβοῦσα πεντήκοντα Νηρῄδων χορὸν
 
ἔλθω κομιστήν σου· τὸ γὰρ πεπρωμένον
 
δεῖ σ’ ἐκκομίζειν· Ζηνὶ γὰρ δοκεῖ τάδε.
 
παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ· 1270
 
πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶν
 
ψῆφος κέκρανται κατθανεῖν τ’ ὀφείλεται.
Πηλεύς
ὦ πότνι’, ὦ γενναῖα συγκοιμήματα,
 
Νηρέως γένεθλον, χαῖρε· ταῦτα δ’ ἀξίως
 
σαυτῆς τε ποιεῖς καὶ τέκνων τῶν ἐκ σέθεν. 1275
 
παύω δὲ λύπην σοῦ κελευούσης, θεά,
 
καὶ τόνδε θάψας εἶμι Πηλίου πτυχάς,
 
οὗπερ σὸν εἷλον χερσὶ κάλλιστον δέμας.
 
κᾆτ’ οὐ γαμεῖν δῆτ’ ἔκ τε γενναίων χρεὼν
 
δοῦναί τ’ ἐς ἐσθλούς, ὅστις εὖ βουλεύεται, 1280
 
κακῶν δὲ λέκτρων μὴ ’πιθυμίαν ἔχειν,
 
μηδ’ εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις;
 
οὐ γάρ ποτ’ ἂν πράξειαν ἐκ θεῶν κακῶς.
Χορός
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
← Önceki Stasimon 6 · 2 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme