Thesauros Literature Tragedy Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Epeisodion 2

Μενέλαος
εἰς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν.
 
καὶ τἀμφὶ σοῦ μὲν ὧδ’ ἔχοντ’ ἐπίστασο· 430
 
τὰ δ’ ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ,
 
ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέλῃ.
 
ἀλλ’ ἕρπ’ ἐς οἴκους τούσδ’, ἵν’ εἰς ἐλευθέρους
 
δούλη γεγῶσα μήποθ’ ὑβρίζειν μάθῃς.
Ἀνδρομάχη
οἴμοι· δόλῳ μ’ ὑπῆλθες, ἠπατήμεθα. 435
Μενέλαος
κήρυσσ’ ἅπασιν· οὐ γὰρ ἐξαρνούμεθα.
Ἀνδρομάχη
ἦ ταῦτ’ ἐν ὑμῖν τοῖς παρ’ Εὐρώτᾳ σοφά;
Μενέλαος
καὶ τοῖς γε Τροίᾳ, τοὺς παθόντας ἀντιδρᾶν.
Ἀνδρομάχη
τὰ θεῖα δ’ οὐ θεῖ’ οὐδ’ ἔχειν ἡγῇ δίκην;
Μενέλαος
ὅταν τάδ’ ᾖ, τότ’ οἴσομεν· σὲ δὲ κτενῶ. 440
Ἀνδρομάχη
ἦ καὶ νεοσσὸν τόνδ’, ὑπὸ πτερῶν σπάσας;
Μενέλαος
οὐ δῆτα· θυγατρὶ δ’, ἢν θέλῃ, δώσω κτανεῖν.
Ἀνδρομάχη
οἴμοι· τί δῆτά σ’ οὐ καταστένω, τέκνον;
Μενέλαος
οὔκουν θρασεῖά γ’ αὐτὸν ἐλπὶς ἀναμένει.
Ἀνδρομάχη
ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν 445
 
Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια,
 
ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν,
 
ἑλικτὰ κοὐδὲν ὑγιές, ἀλλὰ πᾶν πέριξ
 
φρονοῦντες, ἀδίκως εὐτυχεῖτ’ ἀν’ Ἑλλάδα.
 
τί δ’ οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι; 450
 
οὐκ αἰσχροκερδεῖς; οὐ λέγοντες ἄλλα μὲν
 
γλώσσῃ, φρονοῦντες δ’ ἄλλ’ ἐφευρίσκεσθ’ ἀεί;
 
ὄλοισθ’. ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺς
 
ὡς σοὶ δέδοκται· κεῖνα γάρ μ’ ἀπώλεσεν,
 
ὅθ’ ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν 455
 
πόσις θ’ ὁ κλεινός, ὅς σε πολλάκις δορὶ
 
ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν.
 
νῦν δ’ εἰς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς
← Önceki Epeisodion 2 · 5 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme