Thesauros Literature Tragedy Ἀνδρομάχη

Ἀνδρομάχη

Ἀνδρομάχη Euripides

Stasimon 3

[Episode]
τροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν.
Πηλεύς
πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ᾖ
 
κρείσσων· τί γὰρ δεῖ δειλὸν ὄντ’ εὐσωματεῖν; 765
[Choral]
μὴ γενοίμαν ἢ πατέρων ἀγαθῶν
Χορός
εἴην πολυκτήτων τε δόμων μέτοχος.
 
εἴ τι γὰρ πάσχοι τις ἀμήχανον, ἀλκᾶς 770
 
οὐ σπάνις εὐγενέταις,
 
κηρυσσομένοισι δ’ ἀπ’ ἐσθλῶν δωμάτων
 
τιμὰ καὶ κλέος· οὔτοι λείψανα τῶν ἀγαθῶν
 
ἀνδρῶν ἀφαιρεῖται χρόνος· ἁ δ’ ἀρετὰ 775
 
καὶ θανοῦσι λάμπει.
 
κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον ἔχειν
 
ἢ ξὺν φθόνῳ σφάλλειν δυνάμει τε δίκαν. 780
 
ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν,
 
ἐν δὲ χρόνῳ τελέθει
 
ξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμων.
 
ταύταν ᾔνεσα ταύταν καὶ φέρομαι βιοτάν, 785
 
μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοις
 
καὶ πόλει δύνασθαι.
 
ὦ γέρον Αἰακίδα,
 
πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ- 790
 
ρων ὁμιλῆσαι δορὶ
 
κλεινοτάτῳ· καὶ ἐπ’ Ἀργῴου δορὸς ἄξενον ὑγρὰν
 
ἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδων
 
κλεινὰν ἐπὶ ναυστολίαν, 795
 
Ἰλιάδα τε πόλιν ὅτε πάρος
 
εὐδόκιμον ὁ Διὸς ἶνις ἀμφέβαλε φόνῳ,
 
κοινὰν τὰν εὔκλειαν ἔχοντ’ 800
 
Εὐρώπαν ἀφικέσθαι.
← Önceki Stasimon 3 · 10 / 10 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme