Thesauros Literature Tragedy Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Epeisodion 1

Ἑκάβη
σὺ δʼ, εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις,
 
σπούδαζε πάσας ὥστʼ ἀηδόνος στόμα
 
φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.
 
πρόσπιπτε δʼ οἰκτρῶς τοῦδʼ Ὀδυσσέως γόνυ
 
καὶ πεῖθʼ — ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνα 340
 
καὶ τῷδε — τὴν σὴν ὥστʼ ἐποικτῖραι τύχην.
Πολυξένη
ὁρῶ σʼ, Ὀδυσσεῦ, δεξιὰν ὑφʼ εἵματος
 
κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν
 
στρέφοντα, μή σου προσθίγω γενειάδος.
 
θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία· 345
 
ὡς ἕψομαί γε τοῦ τʼ ἀναγκαίου χάριν
 
θανεῖν τε χρῄζουσʼ· εἰ δὲ μὴ βουλήσομαι,
 
κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.
 
τί γάρ με δεῖ ζῆν; ᾗ πατὴρ μὲν ἦν ἄναξ
 
Φρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου· 350
 
ἔπειτʼ ἐθρέφθην ἐλπίδων καλῶν ὕπο
 
βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων
 
ἔχουσʼ, ὅτου δῶμʼ ἑστίαν τʼ ἀφίξομαι·
 
δέσποινα δʼ ἡ δύστηνος Ἰδαίαισιν ἦ
 
γυναιξὶ παρθένοις τʼ ἀπόβλεπτος μέτα, 355
 
ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον·
 
νῦν δʼ εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομα
 
θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·
 
ἔπειτʼ ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας
 
τύχοιμʼ ἄν, ὅστις ἀργύρου μʼ ὠνήσεται, 360
 
τὴν Ἕκτορός τε χἁτέρων πολλῶν κάσιν,
 
προσθεὶς δʼ ἀνάγκην σιτοποιὸν ἐν δόμοις,
 
σαίρειν τε δῶμα κερκίσιν τʼ ἐφεστάναι
 
λυπρὰν ἄγουσαν ἡμέραν μʼ ἀναγκάσει·
 
λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν 365
← Önceki Epeisodion 1 · 5 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme