Thesauros Literature Tragedy Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Epeisodion 1

Πολυξένη
χαῖρʼ, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τʼ ἐμοί,
Ἑκάβη
χαίρουσιν ἄλλοι, μητρὶ δʼ οὐκ ἔστιν τόδε.
Πολυξένη
ὅ τʼ ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις.
Ἑκάβη
εἰ ζῇ γʼ· ἀπιστῶ δʼ· ὧδε πάντα δυστυχῶ.
Πολυξένη
ζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν. 430
Ἑκάβη
τέθνηκʼ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.
Πολυξένη
κόμιζʼ, Ὀδυσσεῦ, μʼ ἀμφιθεὶς κάρα πέπλοις
 
ὡς πρὶν σφαγῆναί γʼ ἐκτέτηκα καρδίαν
 
θρήνοισι μητρὸς τήνδε τʼ ἐκτήκω γόοις.
 
ὦ φῶς· προσειπεῖν γὰρ σὸν ὄνομʼ ἔξεστί μοι, 435
 
μέτεστι δʼ οὐδὲν πλὴν ὅσον χρόνον ξίφους
 
βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.
Ἑκάβη
οἲ ʼγώ, προλείπω· λύεται δέ μου μέλη.
 
ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,
 
δός· μὴ λίπῃς μʼ ἄπαιδʼ. ἀπωλόμην, φίλαι 440
 
ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν
 
Ἑλένην ἴδοιμι· διὰ καλῶν γὰρ ὀμμάτων
 
αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.
← Önceki Epeisodion 1 · 8 / 8 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme