Thesauros Literature Tragedy Ἑκάβη

Ἑκάβη

Ἑκάβη Euripides

Epeisodion 2

Ἑκάβη
ἡμεῖς δʼ ἄτεκνοι τοὐπὶ σʼ· ὦ τάλαινʼ ἐγώ.
 
πῶς καί νιν ἐξεπράξατʼ; ἆρʼ αἰδούμενοι; 515
 
ἢ πρὸς τὸ δεινὸν ἤλθεθʼ ὡς ἐχθράν, γέρον,
 
κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα.
Ταλθύβιος
διπλᾶ με χρῄζεις δάκρυα κερδᾶναι, γύναι,
 
σῆς παιδὸς οἴκτῳ· νῦν τε γὰρ λέγων κακὰ
 
τέγξω τόδʼ ὄμμα, πρὸς τάφῳ θʼ ὅτʼ ὤλλυτο. 520
 
παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ
 
πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς·
 
λαβὼν δʼ Ἀχιλλέως παῖς Πολυξένην χερὸς
 
ἔστησʼ ἐπʼ ἄκρου χώματος, πέλας δʼ ἐγώ·
 
λεκτοί τʼ Ἀχαιῶν ἔκκριτοι νεανίαι, 525
 
σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν,
 
ἕσποντο. πλῆρες δʼ ἐν χεροῖν λαβὼν δέπας
 
πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως
 
χοὰς θανόντι πατρί· σημαίνει δέ μοι
 
σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῷ. 530
 
κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε·
 
Σιγᾶτʼ, Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς,
 
σίγα σιώπα· νήνεμον δʼ ἔστησʼ ὄχλον.
 
ὃ δʼ εἶπεν· Ὦ παῖ Πηλέως, πατὴρ δʼ ἐμός,
 
δέξαι χοάς μοι τάσδε κηλητηρίους, 535
 
νεκρῶν ἀγωγούς· ἐλθὲ δʼ, ὡς πίῃς μέλαν
 
κόρης ἀκραιφνὲς αἷμʼ, ὅ σοι δωρούμεθα
 
στρατός τε κἀγώ· πρευμενὴς δʼ ἡμῖν γενοῦ
 
λῦσαί τε πρύμνας καὶ χαλινωτήρια
 
νεῶν δὸς ἡμῖν πρευμενοῦς τʼ ἀπʼ Ἰλίου 540
 
νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν.
 
τοσαῦτʼ ἔλεξε, πᾶς δʼ ἐπηύξατο στρατός.
 
εἶτʼ ἀμφίχρυσον φάσγανον κώπης λαβὼν
← Önceki Epeisodion 2 · 2 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme