Eksodos
Θησεύς
Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος,
1165
ὁρᾶτε παῖδας τούσδʼ ἔχοντας ἐν χεροῖν
πατέρων ἀρίστων σώμαθʼ ὧν ἀνειλόμην·
τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα.
ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους
σῴζειν, ὁρῶντας ὧν ἐκύρσατʼ ἐξ ἐμοῦ,
1170
παισίν θʼ ὑπειπεῖν τούσδε τοὺς αὐτοὺς λόγους,
τιμᾶν πόλιν τήνδʼ, ἐκ τέκνων ἀεὶ τέκνοις
μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε.
Ζεὺς δὲ ξυνίστωρ οἵ τʼ ἐν οὐρανῷ θεοὶ
οἵων ὑφʼ ἡμῶν στείχετʼ ἠξιωμένοι.
1175
Ἄδραστος
Θησεῦ, ξύνισμεν πάνθʼ ὅσʼ Ἀργείαν χθόνα
δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν,
χάριν τʼ ἀγήρων ἕξομεν· γενναῖα γὰρ
παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν.
Θησεύς
τί δῆτʼ ἔθʼ ὑμῖν ἄλλʼ ὑπουργῆσαί με χρή;
1180
Ἄδραστος
χαῖρʼ· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν.
Θησεύς
ἔσται τάδʼ· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις.
Ἀθήνα
ἄκουε, Θησεῦ, τούσδʼ Ἀθηναίας λόγους,
ἃ χρή σε δρᾶσαι, δρῶντα δʼ ὠφελεῖν τάδε.
μὴ δῷς τάδʼ ὀστᾶ τοῖσδʼ ἐς Ἀργείαν χθόνα
1185
παισὶν κομίζειν ῥᾳδίως οὕτω μεθείς,
ἀλλʼ ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων
πρῶτον λάβʼ ὅρκον. τόνδε δʼ ὀμνύναι χρεὼν
Ἄδραστον· οὗτος κύριος, τύραννος ὤν,
πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν.
1190
ὁ δʼ ὅρκος ἔσται, μήποτʼ Ἀργείους χθόνα
ἐς τήνδʼ ἐποίσειν πολέμιον παντευχίαν,
ἄλλων τʼ ἰόντων ἐμποδὼν θήσειν δόρυ.
ἢν δʼ ὅρκον ἐκλιπόντες ἔλθωσιν, πάλιν