Epeisodion 1
[Episode]
αἱ δʼ ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις
Αἴθρα
σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι.
325
οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις
προσωφελήσων, ὦ τέκνον, κεχρημέναις;
ὡς οὔτε ταρβῶ σὺν δίκῃ σʼ ὁρμώμενον,
Κάδμου θʼ ὁρῶσα λαὸν εὖ πεπραγότα,
ἔτʼ αὐτὸν ἄλλα βλήματʼ ἐν κύβοις βαλεῖν
330
πέποιθʼ· ὁ γὰρ θεὸς πάντʼ ἀναστρέφει πάλιν.
Χορός
ὦ φιλτάτη μοι, τῷδέ τʼ εἴρηκας καλῶς
κἀμοί· διπλοῦν δὲ χάρμα γίγνεται τόδε.
Θησεύς
ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι
ὀρθῶς ἔχουσʼ ἐς τόνδε, κἀπεφηνάμην
335
γνώμην ὑφʼ οἵων ἐσφάλη βουλευμάτων·
ὁρῶ δὲ κἀγὼ ταῦθʼ ἅπερ με νουθετεῖς,
ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις
φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ
ἔθος τόδʼ εἰς Ἕλληνας ἐξελεξάμην,
340
ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι.
οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους.
τί γάρ μʼ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν,
ὅθʼ ἡ τεκοῦσα χὑπερορρωδοῦσʼ ἐμοῦ
πρώτη κελεύεις τόνδʼ ὑποστῆναι πόνον;
345
δράσω τάδʼ· εἶμι καὶ νεκροὺς ἐκλύσομαι
λόγοισι πείθων· εἰ δὲ μή, βίᾳ δορὸς
ἤδη τόδʼ ἔσται κοὐχὶ σὺν φθόνῳ θεῶν.
δόξαι δὲ χρῄζω καὶ πόλει πάσῃ τόδε.
δόξει δʼ ἐμοῦ θέλοντος· ἀλλὰ τοῦ λόγου
350
προσδοὺς ἔχοιμʼ ἂν δῆμον εὐμενέστερον.
καὶ γὰρ κατέστησʼ αὐτὸν ἐς μοναρχίαν
ἐλευθερώσας τήνδʼ ἰσόψηφον πόλιν.