Epeisodion 2
Θησεύς
ἢ δῆλα τἀνθένδʼ· εἶμι καὶ θάψω βίᾳ.
560
οὐ γάρ ποτʼ εἰς Ἕλληνας ἐξοισθήσεται
ὡς εἰς ἔμʼ ἐλθὼν καὶ πόλιν Πανδίονος
νόμος παλαιὸς δαιμόνων διεφθάρη.
Χορός
θάρσει· τὸ γάρ τοι τῆς Δίκης σῴζων φάος
πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους.
565
Κῆρυξ
βούλῃ συνάψω μῦθον ἐν βραχεῖ σέθεν;
Θησεύς
λέγʼ, εἴ τι βούλῃ· καὶ γὰρ οὐ σιγηλὸς εἶ.
Κῆρυξ
οὐκ ἄν ποτʼ ἐκ γῆς παῖδας Ἀργείων λάβοις.
Θησεύς
κἀμοῦ νυν ἀντάκουσον, εἰ βούλῃ, πάλιν.
Κῆρυξ
κλύοιμʼ ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος.
570
Θησεύς
θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας.
Κῆρυξ
ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον.
Θησεύς
πολλοὺς ἔτλην δὴ χἁτέρους ἄλλους πόνους.
Κῆρυξ
ἦ πᾶσιν οὖν σʼ ἔφυσεν ἐξαρκεῖν πατήρ;
Θησεύς
ὅσοι γʼ ὑβρισταί· χρηστὰ δʼ οὐ κολάζομεν.
575
Κῆρυξ
πράσσειν σὺ πόλλʼ εἴωθας ἥ τε σὴ πόλις.
Θησεύς
τοιγὰρ πονοῦσα πολλὰ πόλλʼ εὐδαιμονεῖ.
Κῆρυξ
ἔλθʼ, ὥς σε λόγχη σπαρτὸς ἐν πόλει λάβῃ.
Θησεύς
τίς δʼ ἐκ δράκοντος θοῦρος ἂν γένοιτʼ Ἄρης;
Κῆρυξ
γνώσῃ σὺ πάσχων· νῦν δʼ ἔτʼ εἶ νεανίας.
580
Θησεύς
οὔτοι μʼ ἐπαρεῖς ὥστε θυμῶσαι φρένας
τοῖς σοῖσι κόμποις· ἀλλʼ ἀποστέλλου χθονός,
λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών.
πάντʼ ἄνδρʼ ὁπλίτην ἁρμάτων τʼ ἐπεμβάτην,
585
μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα
ἀφρῷ καταστάζοντα Καδμείαν χθόνα.
χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας