Thesauros Literature Tragedy Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Prologos

Ἀμφιτρύων
καὶ τῷδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας.
Μεγάρα
κἀγώ· δοκεῖν δὲ τἀδόκητʼ οὐ χρή, γέρον.
Ἀμφιτρύων
ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστʼ ἄκη.
Μεγάρα
ὁ δʼ ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος.
Ἀμφιτρύων
ἔτʼ ἂν γένοιτʼ, ὦ θύγατερ, οὔριος δρόμος 95
 
ἐκ τῶν παρόντων τῶνδʼ ἐμοὶ καὶ σοὶ κακῶν,
 
ἔλθοι τʼ ἔτʼ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός.
 
ἀλλʼ ἡσύχαζε καὶ δακρυρρόους τέκνων
 
πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις,
 
κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως. 100
 
κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί,
 
καὶ πνεύματʼ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει·
 
οἵ τʼ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς.
 
ἐξίσταται γὰρ πάντʼ ἀπʼ ἀλλήλων δίχα.
 
οὗτος δʼ ἀνὴρ ἄριστος ὅστις ἐλπίσι 105
 
πέποιθεν αἰεί· τὸ δʼ ἀπορεῖν ἀνδρὸς κακοῦ.
← Önceki Prologos · 4 / 4 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme