Thesauros Literature Tragedy Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Epeisodion 1

Χορός
ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν;
 
ἀλλʼ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ.
 
— οὐδʼ ἁπόνησα πόλλʼ ἐγὼ καμὼν χερὶ
 
ἕξεις. ἀπέρρων δʼ ἔνθεν ἦλθες ἐνθάδε, 260
 
ὕβριζʼ. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε
 
τοὺς Ἡρακλείους παῖδας. οὐ τοσόνδε γῆς
 
ἔνερθʼ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.
 
— ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,
 
ὃ δʼ ὠφελήσας ἀξίων οὐ τυγχάνει. 265
 
— κἄπειτα πράσσω πόλλʼ ἐγώ, φίλους ἐμοὺς
 
θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;
 
— ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,
 
ἐν δʼ ἀσθενείᾳ τὸν πόθον διώλεσας.
 
ἐπεί σʼ ἔπαυσʼ ἂν δοῦλον ἐννέποντά με 270
 
καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν.
 
ἐν αἷς σὺ χαίρεις· οὐ γὰρ εὖ φρονεῖ πόλις
 
στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν.
 
οὐ γάρ ποτʼ ἂν σὲ δεσπότην ἐκτήσατο.
Μεγάρα
γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα 275
 
ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών·
 
ἡμῶν δʼ ἕκατι δεσπόταις θυμούμενοι
 
πάθητε μηδέν. τῆς δʼ ἐμῆς, Ἀμφιτρύων,
 
γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.
 
ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ 280
 
ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν
 
δεινὸν νομίζω· τῷ δʼ ἀναγκαίῳ τρόπῳ
 
ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν.
 
ἡμᾶς δʼ, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼν
 
μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων 285
 
διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.
← Önceki Epeisodion 1 · 5 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme