Thesauros Literature Tragedy Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Epeisodion 1

Μεγάρα
ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά·
 
σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,
 
ὥστʼ οὐκ ἀνεκτὸν δειλίας θανεῖν σʼ ὕπο·
 
οὑμὸς δʼ ἀμαρτύρητος εὐκλεὴς πόσις, 290
 
ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι
 
δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς
 
κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ,
 
ἐμοί τε μίμημʼ ἀνδρὸς οὐκ ἀπωστέον.
 
σκέψαι δὲ τὴν σὴν ἐλπίδʼ ᾗ λογίζομαι· 295
 
ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο;
 
καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν;
 
ἀλλʼ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;
 
ἥκιστα· φεύγειν σκαιὸν ἄνδρʼ ἐχθρὸν χρεών,
 
σοφοῖσι δʼ εἴκειν καὶ τεθραμμένοις καλῶς· 300
 
ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλʼ ἂν τέμοις.
 
ἤδη δʼ ἐσῆλθέ μʼ εἰ παραιτησαίμεθα
 
φυγὰς τέκνων τῶνδʼ· ἀλλὰ καὶ τόδʼ ἄθλιον,
 
πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν·
 
ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις 305
 
ἓν ἦμαρ ἡδὺ βλέμμʼ ἔχειν φασὶν μόνον.
 
τόλμα μεθʼ ἡμῶν θάνατον, ὃς μένει σʼ ὅμως.
 
προκαλούμεθʼ εὐγένειαν, ὦ γέρον, σέθεν·
 
τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας,
 
πρόθυμός ἐστιν, ἡ προθυμία δʼ ἄφρων· 310
 
ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.
Χορός
εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων
 
ἦν τίς σʼ ὑβρίζων, ῥᾳδίως ἐπαύσατʼ ἄν·
 
νῦν δʼ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν
 
ὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων. 315
Ἀμφιτρύων
οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος
← Önceki Epeisodion 1 · 6 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme