Thesauros Literature Tragedy Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Epeisodion 1

Ἀμφιτρύων
θανεῖν ἐρύκει μʼ, ἀλλὰ παιδὶ βούλομαι
 
σῷσαι τέκνʼ· ἄλλως δʼ ἀδυνάτων ἔοικʼ ἐρᾶν.
 
ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη
 
κεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο. 320
 
μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα·
 
κτεῖνόν με καὶ τήνδʼ ἀθλίαν παίδων πάρος,
 
ὡς μὴ τέκνʼ εἰσίδωμεν, ἀνόσιον θέαν,
 
ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα
 
πατρός τε πατέρα. τἄλλα δʼ, εἰ πρόθυμος εἶ, 325
 
πρᾶσσʼ· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.
Μεγάρα
κἀγώ σʼ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,
 
ἡμῖν ἵνʼ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ·
 
κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,
 
δόμους ἀνοίξας — νῦν γὰρ ἐκκεκλῄμεθα — 330
 
ὡς ἀλλὰ ταῦτά γʼ ἀπολάχωσʼ οἴκων πατρός.
Λύκος
ἔσται τάδʼ· οἴγειν κλῇθρα προσπόλοις λέγω.
 
κοσμεῖσθʼ ἔσω μολόντες· οὐ φθονῶ πέπλων.
 
ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν,
 
ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί. 335
Μεγάρα
ὦ τέκνʼ, ὁμαρτεῖτʼ ἀθλίῳ μητρὸς ποδὶ
 
πατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίας
 
ἄλλοι κρατοῦσι, τὸ δʼ ὄνομʼ ἔσθʼ ἡμῶν ἔτι.
Ἀμφιτρύων
ὦ Ζεῦ, μάτην ἄρʼ ὁμόγαμόν σʼ ἐκτησάμην,
 
μάτην δὲ παιδὸς κοινεῶνʼ ἐκλῄζομεν· 340
 
σὺ δʼ ἦσθʼ ἄρʼ ἥσσων ἢ ʼδόκεις εἶναι φίλος.
 
ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν·
 
παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους.
 
σὺ δʼ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν,
 
τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών, 345
 
σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους.
← Önceki Epeisodion 1 · 7 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme