Thesauros Literature Tragedy Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Stasimon 2

[Episode]
σοὶ δʼ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ
Μεγάρα
τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.
 
τρεῖς δʼ ὄντας ὑμᾶς τριπτύχοις τυραννίσι
 
πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ· 475
 
ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην,
 
κήδη συνάψουσʼ, ἔκ τʼ Ἀθηναίων χθονὸς
 
Σπάρτης τε Θηβῶν θʼ, ὡς ἀνημμένοι κάλῳς
 
πρυμνησίοισι βίον ἔχοιτʼ εὐδαίμονα.
 
καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δʼ ἡ τύχη 480
 
νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκʼ ἔχειν,
 
ἐμοὶ δὲ δάκρυα λουτρά — δύστηνος φρενῶν.
 
πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε,
 
Ἅιδην νομίζων πενθερόν, κῆδος πατρός.
 
ὤμοι, τίνʼ ὑμῶν πρῶτον ἢ τίνʼ ὕστατον 485
 
πρὸς στέρνα θῶμαι; τῷ προσαρμόσω στόμα;
 
τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος
 
μέλισσα συνενέγκαιμʼ ἂν ἐκ πάντων γόους,
 
ἐς ἓν δʼ ἐνεγκοῦσʼ ἀθρόον ἀποδοίην δάκρυ;
 
ὦ φίλτατʼ, εἴ τις φθόγγος εἰσακούεται 490
 
θνητῶν παρʼ Ἅιδῃ, σοὶ τάδʼ, Ἡράκλεις, λέγω·
 
θνῄσκει πατὴρ σὸς καὶ τέκνʼ, ὄλλυμαι δʼ ἐγώ,
 
ἣ πρὶν μακαρία διὰ σʼ ἐκλῃζόμην βροτοῖς.
 
ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι·
 
ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ· 495
 
κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.
Ἀμφιτρύων
σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι·
 
ἐγὼ δὲ σέ, ὦ Ζεῦ, χεῖρʼ ἐς οὐρανὸν δικὼν
 
αὐδῶ, τέκνοισιν εἴ τι τοισίδʼ ὠφελεῖν
 
μέλλεις, ἀμύνειν, ὡς τάχʼ οὐδὲν ἀρκέσεις. 500
 
καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ·
← Önceki Stasimon 2 · 2 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme