Thesauros Literature Tragedy Ἡρακλῆς

Ἡρακλῆς

Ἡρακλῆς Euripides

Stasimon 2

[Episode]
οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν 590
Ἀμφιτρύων
ἐφʼ ἁρπαγαῖσι τῶν πέλας, τὰ δʼ ἐν δόμοις
 
δαπάναισι φροῦδα διαφυγόνθʼ ὑπʼ ἀργίας.
 
ὤφθης ἐσελθὼν πόλιν· ἐπεὶ δʼ ὤφθης, ὅρα
 
ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς.
Ἡρακλῆς
μέλει μὲν οὐδὲν εἴ με πᾶσʼ εἶδεν πόλις· 595
 
ὄρνιν δʼ ἰδών τινʼ οὐκ ἐν αἰσίοις ἕδραις,
 
ἔγνων πόνον τινʼ ἐς δόμους πεπτωκότα·
 
ὥστʼ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα.
Ἀμφιτρύων
καλῶς· παρελθὼν νῦν πρόσειπέ θʼ ἑστίαν
 
καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμʼ ἰδεῖν. 600
 
ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα
 
ἕλξων φονεύσων κἄμʼ ἐπισφάξων ἄναξ·
 
μένοντι δʼ αὐτοῦ πάντα σοι γενήσεται
 
τῇ τʼ ἀσφαλείᾳ κερδανεῖς· πόλιν δὲ σὴν
 
μὴ πρὶν ταράξῃς πρὶν τόδʼ εὖ θέσθαι, τέκνον. 605
Ἡρακλῆς
δράσω τάδʼ· εὖ γὰρ εἶπας· εἶμʼ ἔσω δόμων.
 
χρόνῳ δʼ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν
 
Ἅιδου Κόρης τʼ ἔνερθεν, οὐκ ἀτιμάσω
 
θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας.
Ἀμφιτρύων
ἦλθες γὰρ ὄντως δώματʼ εἰς Ἅιδου, τέκνον; 610
Ἡρακλῆς
καὶ θῆρά γʼ ἐς φῶς τὸν τρίκρανον ἤγαγον.
Ἀμφιτρύων
μάχῃ κρατήσας ἢ θεᾶς δωρήμασιν;
Ἡρακλῆς
μάχῃ· τὰ μυστῶν δʼ ὄργιʼ εὐτύχησʼ ἰδών.
Ἀμφιτρύων
ἦ καὶ κατʼ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ;
Ἡρακλῆς
Χθονίας νιν ἄλσος Ἑρμιών τʼ ἔχει πόλις. 615
Ἀμφιτρύων
οὐδʼ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντʼ ἄνω;
Ἡρακλῆς
οὐκ οἶδʼ· ἵνʼ ἐλθὼν τἀνθάδʼ εἰδείην πάρος.
Ἀμφιτρύων
χρόνον δὲ πῶς τοσοῦτον ἦσθʼ ὑπὸ χθονί;
Ἡρακλῆς
Θησέα κομίζων ἐχρόνισʼ ἐξ Ἅιδου, πάτερ.
← Önceki Stasimon 2 · 6 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme