Kitap 3
6
Περὶ ἀρρενικῶν καὶ θηλυκῶν Ὑπʼ ὄψιν ἤδη καὶ τοῦ περὶ ἀδελφῶν λόγου κατὰ τὸν ἀρμόζοντα καὶ φυσικὸν τρόπον ἡμῖν γεγονότος, ἑξῆς ἂν εἴη τῶν κατʼ αὐτὴν τὴν γένεσιν ἄρξασθαι, καὶ πρῶτον ἐπιδραμεῖν τὸν περὶ ἀρρενικῶν τε καὶ θηλυκῶν ἐπιλογισμόν. θεωρεῖται δʼ οὗτος οὐ μονοειδῶς οὐδʼ ἀφʼ ἑνός τινος ἀλλʼ ἀπό τε τῶν φωτῶν ἀμφοτέρων καὶ τοῦ ὡροσκόπου τῶν τε λόγον ἐχόντων πρὸς αὐτοὺς ἀστέρων, μάλιστα μὲν κατὰ τὴν τῆς σπορᾶς διάθεσιν, ὁλοσχερέστερον δὲ καὶ κατὰ τὴν τῆς ἐκτροπῆς. τὸ δʼ ὅλον παρατηρητέον, πότερον οἱ προειρημένοι τρεῖς τόποι καὶ οἱ τούτων οἰκοδεσποτοῦντες ἀστέρες ἢ πάντες ἢ οἱ πλεῖστοι τυγχάνουσιν ἠρρενωμένοι πρὸς ἀρρενογονίαν ἢ τεθηλυσμένοι πρὸς θηλυγονίαν, καὶ οὕτως ἀποφαντέον. διακριτέον μέντοι τούς τε ἠρρενωμένους καὶ τοὺς τεθηλυσμένους καθʼ ὃν ὑπεθέμεθα τρόπον ἐν ταῖς πινακικαῖς ἐκθέσεσι ἐν ἀρχῇ τῆς συντάξεως ἀπό τε τῆς τῶν δωδεκατημορίων ἐν οἷς εἰσι φύσεως, καὶ ἀπὸ τῆς αὐτῶν τῶν ἀστέρων, καὶ ἔτι ἀπὸ τῆς πρὸς τὸν κόσμον σχέσεως, ἐπειδήπερ ἀπηλιωτικοὶ μὲν ὄντες ἀρρενοῦνται, λιβυκοὶ δὲ θηλύνονται πρὸς δὲ τούτοις ἀπὸ τῆς πρὸς τὸν ἥλιον, ἑῷοι μὲν γὰρ πάλιν ὄντες ἀρρενοῦνται, θηλύνονται δὲ ἑσπέριοι· δἰ ὧν πάντων τὴν κατὰ τὸ πλεῖστον ἐπικράτησιν τοῦ γένους προσήκει καταστοχάζεσθαι.