Thesauros Edebiyat astronomy Τετράβιβλος

Τετράβιβλος

Τετράβιβλος Ptolemy 2nd cent

Kitap 4

Conclusion according to Parisinus 2425:

10a κατὰ τὸν ἁρμόζοντα ταῖς φυσικαῖς χρηματείαις τύπον· τὰς δὲ κατὰ μέρος ἐπιβολὰς τῆς ποιότητος τῶν χρονικῶν ἀποτελεσμάτων πολυχόως καὶ δυσερμηνεύτως ἐχούσας ἐνθάδε μάλιστα κατὰ τὸ διεξοδικὸν τῶν ἀποβησομένων ὑπολειπτέον, διὰ τὴν ἐξ ἀρχῆς ἡμῶν πρόθεσιν, τῇ τοῦ μαθηματικοῦ πρὸς τὸ συγκρατικὸν εἶδος εὐστοχίᾳ, τὸ τῆς καθʼ ὅλου φύσεως τῶν ἀστέρων ποιητικὸν ἔτι καὶ τοῖς ἐπὶ μέρους ὁμοίως κατὰ τὸ ἀκόλουθον ἐφαρμόζειν δυναμένου. διοδευομένου δὲ καὶ τοῦ γενεθλιαλογικοῦ τόπου κεφαλαιωδῶς καλῶς ἂν ἔχοι καὶ τῇδε τῇ πραγματείᾳ τὸ προσῆκον ἐπιθεῖναι τέλος.

Conclusion according to MADProc.Cam.:

10b τὰ δὲ εἴδη τῶν ἀποτελεσμάτων τῶν συμβαινόντων κατὰ χρόνους συνάπτειν ἐνταῦθα κατὰ διέξοδον παραλείψομεν, δἰ ὃν ἔφην σκοπὸν ἐξ ἀρχῆς, ὅτι τῶν ἀστέρων ἡ ποιητικὴ δύναμις, ἣν ἔχουσιν ἐπὶ τοῖς καθʼ ὅλου, ὁμοίως καὶ ἐν τοῖς μερικοῖς κατὰ τὸ ἀκόλουθον ἐφαρμόζεσθαι δύναται, συναπτομένων εὐστόχως τῆς τε αἰτίας τοῦ μαθηματικοῦ καὶ τῆς αἰτίας τῆς ἐκ τῆς συγκράσεως.
← Önceki 11 / 11

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi