Thesauros Edebiyat biography Νομᾶς

Νομᾶς

Νομᾶς Plutarch
21.3 πάντες δ’ οὖν ὁμολογοῦσι τὴν Πομπιλίαν Μαρκίῳ γαμηθῆναι. παῖς δὲ ἦν ὁ Μάρκιος ἐκείνου Μαρκίου τοῦ Νομᾶν παρορμήσαντος ἐπὶ τὴν βασιλείαν καὶ γὰρ συμμετῴκησεν εἰς Ῥώμην αὐτῷ καὶ τῆς συγκλήτου μετέσχε τιμώμενος, καὶ μετὰ τὴν Νομᾶ τελευτὴν Ὁστιλίῳ περὶ τῆς βασιλείας εἰς ἀγῶνα καταστὰς καὶ ἡττηθεὶς ἀπεκαρτέρησεν. ὁ δὲ υἱὸς αὐτοῦ Μάρκιος ἔχων τὴν Πομπιλίαν κατέμεινεν ἐν Ῥώμῃ καὶ Μάρκιον Ἄγκον ἐγέννησεν, ὃς μετὰ Τύλλον Ὁστίλιον ἐβασίλευσε.
21.4 τοῦτον, ὡς λέγεται, πενταετῆ καταλιπὼν ὁ Νομᾶς ἐτελεύτησεν, οὐ ταχείας οὐδʼ αἰφνιδίου γενομένης αὐτῷ τῆς τελευτῆς, ἀλλὰ κατὰ μικρὸν ὑπὸ γήρως καὶ νόσου μαλακῆς ἀπομαραινόμενος, ὡς ἱστόρηκε Πείσων. ἐτελεύτησε δὲ χρόνον οὐ πολὺν τοῖς ὀγδοήκοντα προσβιώσας.
22.1 ζηλωτὸν δὲ αὐτοῦ καὶ τῷ τάφῳ τὸν βίον ἐποίησαν οἵ τε σύμμαχοι καὶ φίλοι δῆμοι, συνελθόντες ἐπὶ τὰς ταφὰς ἅμα δημοσίαις ἐπιφοραῖς καὶ στεφάνοις, οἵ τε πατρίκιοι τὸ λέχος ἀράμενοι, καὶ συμπαρόντες οἱ τῶν θεῶν ἱερεῖς καὶ παραπέμποντες, ὁ δ’ ἄλλος ὅμιλος ἀναμεμιγμένων καὶ γυναικῶν καὶ παίδων οὐχ ὡς βασιλέως ταφαῖς γηραιοῦ παρόντες, ἀλλʼ ὥς τινα τῶν φιλτάτων ἕκαστος ἐν ἀκμῇ βίου ποθούμενον θάπτων, μετʼ οἰμωγῆς καὶ κλαυθμῶν ἑπόμενοι.
22.2 πυρὶ μὲν οὖν οὐκ ἔδοσαν τὸν νεκρὸν αὐτοῦ κωλύσαντος, ὡς λέγεται, δύο δὲ ποιησάμενοι λιθίνας σοροὺς ὑπὸ τὸ Ἰάνοκλον ἔθηκαν, τὴν μὲν ἑτέραν ἔχουσαν τὸ σῶμα, τὴν δὲ ἑτέραν τὰς ἱερὰς βίβλους ἃς ἐγράψατο μὲν αὐτός, ὥσπερ οἱ τῶν Ἑλλήνων νομοθέται τοὺς κύρβεις, ἐκδιδάξας δὲ τοὺς ἱερεῖς ἔτι ζῶν τὰ γεγραμμένα καὶ πάντων ἕξιν τε καὶ γνώμην ἐνεργασάμενος αὐτοῖς, ἐκέλευσε συνταφῆναι μετὰ τοῦ σώματος, ὡς οὐ καλῶς ἐν ἀψύχοις γράμμασι φρουρουμένων τῶν ἀπορρήτων.
22.3 ᾧ λογισμῷ φασι μηδὲ τοὺς Πυθαγορικοὺς εἰς γραφὴν κατατίθεσθαι τὰ συντάγματα, μνήμην δὲ καὶ παίδευσιν αὐτῶν ἄγραφον ἐμποιεῖν τοῖς ἀξίοις. καὶ τῆς γε περὶ τὰς ἀπόρους καὶ ἀρρήτους λεγομένας ἐν γεωμετρίᾳ μεθόδους πραγματείας πρός τινα τῶν ἀναξίων ἐκδοθείσης, ἔφασαν ἐπισημαίνειν τὸ δαιμόνιον μεγάλῳ τινὶ καὶ κοινῷ κακῷ τὴν γεγενημένην παρανομίαν καὶ ἀσέβειαν ἐπεξερχόμενον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi