Thesauros Edebiyat biography Λυκούργου καὶ Νομᾶ σύγκρισις

Λυκούργου καὶ Νομᾶ σύγκρισις

Λυκούργου καὶ Νομᾶ σύγκρισις Plutarch
3.4 τῷ γὰρ ὄντι τοῦ παρθενικοῦ χιτῶνος αἱ πτέρυγες οὐκ ἦσαν συνερραμμέναι κάτωθεν, ἀλλʼ ἀνεπτύσσοντο καὶ συνανεγύμνουν ὅλον ἐν τῷ βαδίζειν τὸν μηρόν. καὶ σαφέστατα τὸ γινόμεοον εἴρηκε Σοφοκλῆς ἐν τούτοις· καὶ τὰν νέορτον, ἇς ἔτʼ ἄστολος χιτὼν θυραῖον ἀμφὶ μηρὸν πτύσσεται, Ἑρμιόναν.
3.5 διὸ καὶ θρασύτεραι λέγονται γενέσθαι καὶ πρὸς αὐτοὺς πρῶτον ἀνδρώδεις τοὺς ἄνδρας, ἅτε δὴ τῶν μὲν οἴκων ἄρχουσαι κατὰ κράτος, ἐν δὲ τοῖς δημοσίοις πράγμασι καὶ γνώμης μεταλαμβάνουσαι καὶ παρρησίας περὶ τῶν μεγίστων, ὁ δὲ Νομᾶς ταῖς γαμεταῖς τὸ μὲν ἀξίωμα καὶ τὴν τιμὴν ἐτήρησε πρὸς τοὺς ἄνδρας, ἣν εἶχον ἀπὸ Ῥωμύλου θεραπευόμεναι διὰ τὴν ἁρπαγήν, αἰδῶ δὲ πολλὴν ἐπέστησεν αὐταῖς καὶ πολυπραγμοσύνην ἀφεῖλε καὶ νήφειν ἐδίδαξε καὶ σιωπᾶν εἴθισεν, οἴνου μὲν ἀπεχομένας τὸ πάμπαν, λόγῳ δὲ μηδὲ ὑπὲρ τῶν ἀναγκαίων ἀνδρὸς ἄνευ χρωμένας.
3.6 λέγεται γοῦν ποτε γυναικὸς εἰπούσης δίκην ἰδίαν ἐν ἀγορᾷ πέμψαι τὴν σύγκλητον εἰς θεοῦ, πυνθανομένην τίνος ἄρα τῇ πόλει σημεῖον εἴη τὸ γεγενημένον. καὶ τῆς ἄλλης εὐπειθείας καὶ πρᾳότητος αὐτῶν μέγα τεκμήριον ἡ μνήμη τῶν χειρόνων. ὡς γὰρ παρʼ ἡμῖν οἱ ἱστορικοὶ γράφουσι τοὺς πρώτους ἢ φόνον ἐμφύλιον ἐργασαμένους ἢ πολεμήσαντας ἀδελφοῖς ἢ πατρὸς αὐτόχειρας ἢ μητρὸς γενομένους,
3.7 οὕτω Ῥωμαῖοι μνημονεύουσιν ὅτι πρῶτος μὲν ἀπεπέμψατο γυναῖκα Σπόριος Καρβίλιος, μετὰ τὴν Ῥώμης κτίσιν ἔτεσι τριάκοντα καὶ διακοσίοις οὐδενὸς τοιούτου γεγονότος, πρώτη δὲ γυνὴ Πιναρίου Θαλαία τοὔνομα διηνέχθη πρὸς ἑκυρὰν αὑτῆς Γεγανίαν Ταρκυνίου Σουπέρβου βασιλεύοντος, οὕτω καλῶς καὶ κοσμίως τεταγμένα τὰ τῶν γάμων ἦν ὑπὸ τοῦ νομοθέτου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi