Thesauros Edebiyat biography Ποπλικόλας

Ποπλικόλας

Ποπλικόλας Plutarch
10.3 ὅσον οὖν ἐν ἀρχῇ καὶ πράγμασι μεγάλοις ἀγαθὸν ἦν ἔχειν ὦτα παρρησίαν ἀντὶ κολακείας προσιέμενα καὶ λόγους ἀληθεῖς, ἔδειξεν. ἀκούσας γὰρ ὅτι τοῖς πολλοῖς ἁμαρτάνειν ἐδόκει τῶν φίλων διεξιόντων, οὐκ ἐφιλονείκησεν, οὐδʼ ἠγανάκτησεν, ἀλλὰ ταχὺ πολλοὺς συναγαγὼν τεχνίτας ἔτι νυκτὸς οὔσης κατέβαλε τὴν οἰκίαν καὶ κατέσκαψεν εἰς ἔδαφος πᾶσαν,
10.4 ὥστε μεθʼ ἡμέραν τούς Ῥωμαίους ὁρῶντας καὶ συνισταμένους τοῦ μὲν ἀνδρὸς ἀγαπᾶν καὶ θαυμάζειν τὴν μεγαλοφροσύνην, ἄχθεσθαι δὲ τῆς οἰκίας καὶ ποθεῖν τὸ μέγεθος καὶ τὸ κάλλος, ὥσπερ ἀνθρώπου, διὰ φθόνον οὐ δικαίως καταλελυμένης, τοῦ δὲ ἄρχοντος, ὥσπερ ἀνεστίου, παρʼ ἑτέροις οἰκοῦντος. ἐδέχοντο γὰρ οἱ φίλοι τὸν Οὐαλλέριον ἄχρι οὗ τόπον ἔδωκεν ὁ δῆμος αὐτῷ καὶ κατεσκεύασεν οἰκίαν ἐκείνης μετριωτέραν, ὅπου νῦν ἱερόν ἐστιν Οὐίκας Πότας ὀνομαζό μενον.
10.5 βουλόμενος δὲ μὴ μόνον ἑαυτὸν, ἀλλὰ καὶ τὴν ἀρχὴν ἀντὶ φοβερᾶς χειροήθη καὶ προσφιλῆ ποιεῖν τοῖς πολλοῖς, τούς τε πελέκεις ἀπέλυσε τῶν ῥάβδων, αὐτάς τε τὰς ῥάβδους εἰς ἐκκλησίαν παριὼν ὑφῆκε τῷ δήμῳ καὶ κατέκλινε, μέγα ποιῶν τὸ πρόσχημα τῆς δημοκρατίας, καὶ τοῦτο μέχρι νῦν διαφυλάττουσιν οἱ ἄρχοντες.
10.6 ἐλάνθανε δὲ τούς πολλοὺς οὐχ ἑαυτὸν, ὡς ᾤοντο, ποιῶν ταπεινόν, ἀλλὰ τὸν φθόνον τῇ μετριότητι ταύτῃ καθαιρῶν καὶ κολούων, αὐτῷ δὲ προστιθεὶς τοσοῦτον μέγεθος δυνάμεως ὅσον ἀφαιρεῖν ἐδόκει τῆς ἐξουσίας, ὑποδυομένου μεθʼ ἡδονῆς αὐτῷ τοῦ δήμου καὶ φέροντος ἑκουσίως, ὥστε καὶ Ποπλικόλαν ἀνηγόρευσεν αὐτόν σημαίνει δὲ τοὔνομα δημοκηδῆ· καὶ τοῦτο μᾶλλον ἴσχυσε τῶν ἀρχαίων ὀνομάτων, ᾧ καὶ ἡμεῖς χρησόμεθα τὸν λοιπὸν βίον τοῦ ἀνδρὸς ἱστοροῦντες.
11.1 ὑπατείαν μὲν γὰρ ἔδωκε μετιέναι καὶ παραγγέλλειν τοῖς βουλομένοις· πρὸ δὲ τῆς καταστάσεως τοῦ συνάρχοντος οὐκ εἰδὼς τὸν γενησόμενον, ἀλλὰ δεδιὼς ἀντίπραξιν ὑπὸ φθόνου τινὸς ἢ ἀγνοίας, ἐχρήσατο τῇ μοναρχίᾳ πρὸς τὰ κάλλιστα καὶ μέγιστα τῶν πολιτευμάτων, πρῶτον μὲν γὰρ ἀνεπλήρωσε τὴν βουλὴν ὀλιγανδροῦσαν ἐτεθνήκεσαν γὰρ οἱ μὲν ὑπὸ Ταρκυνίου πρότερον, οἱ δὲ ἔναγχος ἐν τῇ μάχῃ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi