Thesauros Edebiyat biography Ποπλικόλας

Ποπλικόλας

Ποπλικόλας Plutarch
12.3 καὶ ἀπεδείχθησαν οἱ πρῶτοι Πούπλιος Ο ὐετούριος καὶ Μινούκιος Μᾶρκος καὶ χρήματα συνήχθη πολλά, τρισκαίδεκα γὰρ ἀπεγράψαντο μυριάδες, ὀρφανοῖς παισὶ καὶ χήραις γυναιξὶν ἀνεθείσης τῆς εἰσφορᾶς.
12.4 ταῦτα δὲ διοικήσας ἀπέδειξεν ἑαυτῷ συνάρχοντα τὸν Λουκρητίας πατέρα Λουκρήτιον, ᾧ τῆς ἡγεμονικωτέρας ἐξιστάμενος ὄντι πρεσβυτέρῳ τάξεως παρέδωκε τοὺς καλουμένους φάσκης καὶ τοῦτο διέμεινεν εἰς ἡμᾶς τὸ πρεσβεῖον ἀπʼ ἐκείνου τοῖς γεραιτέροις φυλαττό μενον. ἐπεὶ δʼ ὀλίγαις ἡμέραις ὕστερον ἐτελεύτησεν ὁ Λουκρήτιος, πάλιν ἀρχαιρεσιῶν γενομένων ᾑρέθη Μᾶρκος Ὡράτιος, καὶ συνῆρχε τῷ Ποπλικόλᾳ τὸν ὑπολειπόμενον χρόνον τοῦ ἐνιαυτοῦ.
13.1 Ταρκυνίου δὲ Ῥωμαίοις δεύτερον πόλεμον ἐν Τυρρηνίᾳ κινοῦντος μέγα σημεῖον λέγεται γενέσθαι· βασιλεύων γὰρ ἔτι καὶ τὸν νεὼν τοῦ Καπιτωλίου Διὸς ἔχων ὁ Ταρκύνιος ὅσον οὔπω συντετελεσμένον, εἴτε μαντείας γενομένης εἴτʼ αὐτῷ δόξαν ἄλλως, ἅρμα κατὰ κορυφὴν ἐπιστῆσαι κεραμεοῦν ἐξέδωκε Τυρρηνοῖς τισιν ἐξ Οὐηίων δημιουργοῖς, εἶτʼ ὀλίγον ὕστερον ἐξέπεσε τῆς ἀρχῆς.
13.2 τῶν δὲ Τυρρηνῶν διαπεπλασμένον τὸ τέθριππον ἐμβαλόντων εἰς κάμινον, οὐκ ἔπαθεν ἃ προσήκει πάσχειν πηλὸν ἐν πυρί, πυκνοῦσθαι καὶ συνιζάνειν, ἐκτηκομένης τῆς ὑγρότητος, ἀλλʼ ἐξέστη καὶ ᾤδησε καὶ μέγεθος ἔσχεν ἅμα ῥώμῃ καὶ σκληρότητι τοσοῦτον ὥστε μόλις ἐξαιρεθῆναι τὴν ὀροφὴν ἀπ σκευασα μὲν ων τῆς καμίνου καὶ τῶν τοίχων περιαιρεθέντων.
13.3 ὡς οὖν ἐδόκει τοῖς μάντεσι θεῖον εἶναι σημεῖον εὐτυχίας καὶ δυνάμεως παρʼ οἷς ἔσοιτο τὸ τέθριππον, ἔγνωσαν οἱ Οὐήιοι μὴ προέσθαι τοῖς Ῥωμαίοις ἀπαιτοῦσι, καὶ ἀπεκρίναντο τοῦτο Ταρκυνίοις, οὐ τοῖς Ταρκυνίους ἐκβαλοῦσι προσήκειν. ὀλίγαις δʼ ὕστερον ἡμέραις ἦσαν ἵππων ἀγῶνες αὐτοῖς. καὶ τὰ μὲν ἄλλα θέαν καὶ σπουδὴν εἰωθυῖαν παρεῖχε, τὸ δὲ νικῆσαν τέθριππον ὁ μὲν ἡνίοχος ἐξήλαυνε τοῦ ἱπποδρόμου σχέδην ἐστεφανωμένος,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi