Thesauros Edebiyat biography Ποπλικόλας

Ποπλικόλας

Ποπλικόλας Plutarch
17.3 ἐπὶ τούτῳ δὲ συλληφθεὶς ἀνεκρίνετο· καί τινος ἐσχαρίδος πῦρ ἐχούσης μέλλοντι τῷ Πορσίνᾳ θύειν κεκομισμένης, ὑπερσχὼν τὴν δεξιὰν χεῖρα καιομένης τῆς σαρκὸς εἱστήκει πρὸς τὸν Πορσίναν ἀποβλέπων ἰταμῷ καί ἀτρέπτῳ τῷ προσώπῳ, μέχρι οὗ θαυμάσας ἀφῆκεν αὑτὸν καί τὸ ξίφος ἀποδιδοὺς ὤρεξεν ἀπὸ τοῦ βήματος· ὁ δὲ τὴν εὐώνυμον προτείνας ἐδέξατο. καί διὰ τοῦτό φασιν αὐτῷ γενέσθαι τὸν Σκαιόλαν ἐπίκλησιν, ὅπερ ἐστὶ Λαιόν.
17.4 ἔφη δὲ τὸν φόβον τοῦ Πορσίνα νενικηκὼς ἡττᾶσθαι τῆς ἀρετῆς, καί χάριτι μηνύειν ἃ πρὸς ἀνάγκην οὐκ ἂν ἐξηγόρευσε. τριακόσιοι γὰρ Ῥωμαίων, ἔφη, τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχοντες ἐν τῷ στρατοπέδῳ σου πλανῶνται καιρὸν ἐπιτηροῦντες· ἐγὼ δὲ κλήρῳ λαχὼν καί προεπιχειρήσας οὐκ ἄχθομαι τῇ τύχῃ, διαμαρτὼν ἀνδρὸς ἀγαθοῦ καί φίλου μᾶλλον ἢ πολεμίου
17.5 Ῥωμαίοις εἶναι πρέποντος ταῦθʼ ὁ Πορσίνας ἀκούσας ἐπίστευσε καί πρὸς τὰς διαλύσεις ἥδιον ἔσχεν, οὐ τοσοῦτό, μοι δοκεῖ, φόβῳ τῶν τριακοσίων, ὅσον ἀγασθεὶς καί θαυμάσας τὸ φρόνημα, καὶ τὴν ἀρετὴν τῶν Ῥωμαίων.
17.5 τοῦτον τὸν ἄνδρα Μούκιον ὁμοῦ τι πάντων καὶ Σκαιόλαν καλούντων Ἀθηνόδωρος ὁ Σάνδωνος ἐν τῷ πρὸς Ὀκταουίαν τὴν Καίσαρος ἀδελφὴν καὶ Ὀψίγονον ὠνομάσθαι φησίν.
18.1 ὁ μέντοι Ποπλικόλας αὐτός, οὐχ οὕτω πολέμιον ὄντα τὸν Πορσίναν βαρὺν ἡγούμενος ὡς ἄξιον πολλοῦ τῇ πόλει φίλον γενέσθαι καὶ σύμμαχον, οὐκ ἔφευγεν ἐπʼ αὐτοῦ δίκῃ κριθῆναι πρὸς Ταρκύνιον, ἀλλʼ ἐθάρρει καὶ προὐκαλεῖτο πολλάκις ὡς ἐξελέγξων κάκιστον ἀνδρῶν καὶ δικαίως ἀφαιρεθέντα τὴν ἀρχήν, ἀποκριναμένου δὲ τὸν Ταρκυνίου τραχύτερον, οὐδένα ποιεῖσθαι δικαστήν, ἥκιστα δὲ Πορσίναν, εἰ σύμμαχος ὢν μεταβάλλεται,
18.2 δυσχεράνας καὶ καταγνοὺς ὁ Πορσίνας, ἅμα δὲ τὸν παιδὸς Ἄρροντος δεομένου καὶ σπουδάζοντος ὑπὲρ τῶν Ῥωμαίων, κατελύσατο τὸν πόλεμον ἐξισταμένοις ἧς ἀπετέμοντο τῆς Τυρρηνίδος χώρας καὶ τοὺς αἰχμαλώτους ἀποπέμπουσι, κομιζομένοις δὲ τοὺς αὐτομόλους, ἐπὶ τούτοις ὁμήρους ἔδωκαν ἐξ εὐπατριδῶν περιπορφύρους δέκα καὶ παρθένους τοσαύτας, ὧν ἦν καὶ Ποπλικόλα θυγάτηρ Οὐαλλερία.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi