Thesauros Edebiyat biography Κάμιλλος

Κάμιλλος

Κάμιλλος Plutarch
20.5 οἱ δὲ τὸ μὲν πῦρ, ὥσπερ παρʼ Ἕλλησι, πρὸ ἱερῶν αἴθεσθαι καθάρσιον, ἄλλα δὲ τὰ ἐντὸς ἀθέατα κρύπτεσθαι πᾶσι, πλὴν ταύταις ταῖς παρθένοις, ἃς Ἑστιάδας ἐπονομάζουσι· καὶ πλεῖστος μὲν λόγος κατεῖχε τὸ Τρωικὸν ἐκεῖνο Παλλάδιον ἀποκεῖσθαι διʼ Αἰνείου κομισθὲν εἰς Ἰταλίαν. εἰσὶ δʼ οἱ τὰ Σαμοθρᾴκια μυθολογοῦντες Δάρδανον μὲν εἰς Τροίαν ἐξενεγκάμενον ὀργιάσαι καὶ καθιερῶσαι κτίσαντα τὴν πόλιν, Αἰνείαν δὲ περὶ τὴν ἅλωσιν ἐκκλέψαντα διασῶσαι μέχρι τῆς ἐν Ἰταλίᾳ κατοικήσεως.
20.6 οἱ δὲ προσποιούμενοί πλέον ἐπίστασθαι τι περὶ τούτων δύο φασὶν οὐ μεγάλους ἀποκεῖσθαι πίθους, ὧν τὸν μὲν ἀνεῳγότα καὶ κενὸν, τὸν δὲ πλήρη καὶ κατασεσημασμένον, ἀμφοτέρους δὲ ταῖς παναγέσι μόναις παρθένοις ὁρατούς εἶναι. ἄλλοι δὲ τούτους διεψεῦσθαι νομίζουσι τῷ τὰ πλεῖστα τῶν ἱερῶν τότε τὰς κόρας ἐμβαλούσας εἰς πίθους δύο κρύψαι κατὰ γῆς ὑπὸ τὸν νεὼν τοῦ Κυρίνου, καὶ τὸν τόπον ἐκεῖνον ἔτι καὶ νῦν τῶν Πιθίσκων φέρεσθαι τὴν ἐπωνυμίαν.
21.1 τὰ δὲ κυριώτατα καὶ μέγιστα τῶν ἱερῶν αὗται λαβοῦσαι φυγῇ παρὰ τὸν ποταμὸν ἐποιοῦντο τὴν ἀποχώρησιν. ἐνταῦθα Λεύκιος ἈλβίνιοςἈλβίνιος S and Livy, v. 40; Ἀλβῖνος. ἀνὴρ δημοτικὸς ἐν τοῖς φεύγουσιν ἔτυχε τέκνα νήπια καὶ γυναῖκα μετὰ χρημάτων ἀναγκαίων ἐφʼ ἁμάξης ὑπεκκομίζων. ὡς δʼ εἶδε τὰς παρθένους ἐν τοῖς κόλποις φερούσας τὰ τῶν θεῶν ἱερά θεραπείας ἐρήμους παραπορευομένας καὶ κακοπαθούσας, ταχὺ τὴν γυναῖκα μετὰ τῶν παίδων καὶ τῶν χρημάτων καθελὼν ἀπὸ τῆς ἁμάξης ἐκείναις παρέδωκεν ἐπιβῆναι καὶ διαφυγεῖν εἴς τινα τῶν Ἑλληνίδων πόλεων.
21.2 τὴν μὲν οὖν Ἀλβινίου πρὸς τὸ θεῖον εὐλάβειαν καὶ τιμὴν ἐν τοῖς ἐπισφαλεστάτοις καιροῖς ἐκφανῆ γενομένην οὐκ ἄξιον ἦν ἀμνημόνευτον παρελθεῖν. οἱ δὲ τῶν ἄλλων θεῶν ἱερεῖς οἵ τε γηραιοὶ τῶν ὑπατικῶν καὶ θριαμβικῶν ἀνδρῶν τὴν μὲν πόλιν ἐκλιπεῖν οὐχ ὑπέμειναν, ἱερὰς δὲ καὶ λαμπρὰς ἀναλαβόντες ἐσθῆτας, ἐξηγουμένου Φαβίου τοῦ ἀρχιερέως, ἐπευξάμενοι τοῖς θεοῖς, ὡς ἑαυτοὺς ὑπὲρ τῆς πατρίδος τῷ δαίμονι καθιεροῦντες, ἐπὶ τῶν ἐλεφαντίνων δίφρων ἐν ἀγορᾷ ἐκάθηντοἐκάθηντο with all MSS. and editors: καθῆντο. κεκοσμημένοι, τὴν ἐπιοῦσαν τύχην ὑπομένοντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi