Thesauros Edebiyat biography Κάμιλλος

Κάμιλλος

Κάμιλλος Plutarch
23.5 ἐπεὶ δὲ τὴν χώραν ἱππασάμενοι καὶ βαρεῖς ὄντες ὑπὸ πλήθους τῶν ἀγομένων καὶ φερομένων ἀμελῶς καὶ ὀλιγώρως ἐν τῷ πεδίῳ κατεστρατοπέδευσαν, ἐκ δὲ τούτου νὺξ ἐπῆλθε μεθύουσιν αὐτοῖς καὶ σιωπὴ κατέσχε τὸ στρατόπεδον, πυθόμενος ταῦτα παρὰ τῶν κατασκόπων ὁ Κάμιλλος ἐξῆγε τοὺς Ἀρδεάτας· καὶ διελθὼν καθʼ ἡσυχίαν τὸν μεταξὺ τόπον περὶ μέσας νύκτας προσέμιξε τῷ χάρακι κραυγῇ τε χρώμενος πολλῇ καὶ ταῖς σάλπιγξι πανταχόθεν ἐκταράττων ἀνθρώπους κακῶς ὑπὸ μέθης καὶ μόλις ἐκ τῶν ὕπνων ἀναφέροντας πρὸς τὸν θόρυβον.
23.6 ὀλίγοι μὲν οὖν ἀνανήψαντες ἐν τῷ φόβῳ καὶ διασκευασάμενοι τοὺς περὶ τὸν Κάμιλλον ὑπέστησαν, ὥστʼ ἀμυνόμενοι πεσεῖν τοὺς δὲ πλείστους ἔτι κρατουμένους ὕπνῳ καὶ οἴνῳ καταλαμβάνοντες ἀνόπλους ἔκτεινον. ὅσοι δὲ νυκτὸς ἀπέδρασαν ἐκ τοῦ χάρακος οὐ πολλοί, τούτους μεθʼ ἡμέραν σποράδας ἐν τῇ χώρᾳ διαφερομένους ἐπελαύνοντες ἱππεῖς διέφθειρον.
24.1 ἡ δὲ φήμη ταχὺ διαγγέλλουσα τὴν πρᾶξιν ἐπὶ τὰς πόλεις ἐξεκαλεῖτο πολλοὺς τῶν ἐν ἡλικίᾳ συνισταμένους, μάλιστα δὲ Ῥωμαίων ὅσοι διαφυγόντες ἐκ τῆς ἐπʼ Ἀλίᾳ μάχης ἐν Οὐηΐοις ἦσαν καὶ ὠδύροντο κατὰ σφᾶς αὐτούς, οἷον ἡγεμόνα τῆς Ῥώμης ὁ δαίμων ἀφελόμενος Ἀρδεάτας ἐκόσμησε τοῖς Καμίλλου κατορθώμασιν, ἡ δὲ γειναμένη καὶ θρέψασα τοιοῦτον ἄνδρα πόλις οἴχεται καὶ ἀπόλωλεν.
24.2 ἡμεῖς δʼ ἀπορίᾳ στρατηγῶν ἀλλότρια τείχη περιβαλόμενοι καθήμεθα προέμενοι τὴν Ἰταλίαν. φέρε, πέμψαντες Ἀρδεάτας ἀπαιτῶμεν τὸν ἑαυτῶν στρατηγόν, ἢ λαβόντες αὐτοὶ τὰ ὅπλα πρὸς ἐκεῖνον βαδίζωμεν οὐκέτι γάρ ἐστι φυγὰς οὐδʼ ἡμεῖς πολῖται πατρίδος οὐκ οὔσης, ἀλλὰ κρατουμένης ὑπὸ τῶν πολεμίων. ταῦτʼ ἔδοξε καὶ πέμψαντες ἐδέοντο τοῦ Καμίλλου δέχεσθαι τὴν ἀρχήν.
24.3 ὁ δὲ οὐκ ἔφη πρότερον ἢ τοὺς ἐν τῷ Καπιτωλίῳ πολίτας ἐπιψηφίσασθαι κατὰ τὸν νόμον. ἐκείνους γὰρ ἡγεῖσθαι πατρίδα σῳζομένους, καὶ κελεύουσι μὲν ὑπακούειν προθύμως, ἀκόντων δὲ μηδὲν πολυπραγμονήσειν. τῆς μὲν οὖν εὐλαβείας καὶ καλοκαγαθίας τὸν Κάμιλλον ἐθαύμασαν. ἦν δʼ ἀπορία τοῦ ταῦτα διαγγελοῦντος εἰς τὸ Καπιτώλιον μᾶλλον δʼ ὅλως ἀδύνατον ἐδόκει τῶν πολεμίων ἐχόντων τὴν πόλιν ἄγγελον εἰς τὴν ἀκρόπολιν παρελθεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi