Thesauros Edebiyat biography Κάμιλλος

Κάμιλλος

Κάμιλλος Plutarch
29.2 διαστάντων δὲ πάντων καὶ δεξαμένων αὐτόν ὡς αὐτοκράτορα κόσμῳ καὶ σιωπῇ, τὸ μὲν χρυσίον ἄρας ἀπὸ τοῦ ζυγοῦ τοῖς ὑπηρέταις ἔδωκε, τὸν δὲ ζυγὸν καὶ τὰ σταθμὰ τοὺς Κελτοὺς λαβόντας ἀποχωρεῖν ἐκέλευσεν εἰπὼν, ὡς σιδήρῳ πάτριόν ἐστι Ῥωμαίοις, οὐ χρυσῷ τὴν πατρίδα σῴζειν. ἀγανακτοῦντος δὲ τοῦ Βρέννου καὶ φάσκοντος ἀδικεῖσθαι λυομένης τῆς ὁμολογίας, ἀντεῖπε μὴ νομίμως γεγονέναι μηδὲ κυρίας εἶναι τὰς συνθήκας·
29.3 ἤδη γὰρ αὐτοῦ δικτάτορος ᾑρημένου καὶ μηδενὸς ἄρχοντος ἑτέρου νόμῳ πρὸς οὐκ ἔχοντας ἐξουσίαν ὁμολογηθῆναι. νυνὶ δὲ χρῆναι λέγειν εἴ τι βούλονται· νόμῳ γὰρ ἥκειν κύριος γεγονὼς συγγνώμην τε δεομένοις δοῦναι καὶ δίκην, εἰ μὴ μετανοοῦσιν, ἐπιθεῖναι τοῖς αἰτίοις.
29.4 πρὸς ταῦτα θορυβηθεὶς ὁ Βρέννος ἥψατο μὲν ἁψιμαχίας, καὶ προῆλθον ἄχρι ξιφουλκίας ἑκάτεροι καὶ διωθισμῶν ἀναμεμιγμένοι πρὸς ἀλλήλους, ὥσπερ εἰκός, ἐν οἰκίαις καὶ στενωποῖς ἀναστρεφόμενοι καὶ χωρίοις δέξασθαι παράταξιν οὐ δυναμένοις. ταχὺ δὲ συμφρονήσας ὁ Βρέννος ἀπήγαγε τοὺς Κελτοὺς εἰς τὸ στρατόπεδον οὐ πολλῶν πεσόντων, καὶ νυκτὸς ἀναστήσας ἅπαντας ἐξέλιπε τὴν πόλιν, καὶ προελθὼν ἑξήκοντα σταδίους κατεστρατοπέδευσε παρὰ τὴν Γαβινίαν ὁδόν.
29.5 ἅμα δʼ ἡμέρᾳ παρῆν ὁ Κάμιλλος ἐπʼ αὐτόν ὡπλισμένος λαμπρῶς καὶ τεθαρρηκότας ἔχων τότε τοὺς Ῥωμαίους· καὶ γενομένης ἰσχυρᾶς μάχης ἐπὶ πολὺν χρόνον αὐτούς τε τρέπεται πολλῷ φόνῳ καὶ λαμβάνει τὸ στρατόπεδον. τῶν δὲ φευγόντων οἱ μὲν εὐθὺς ἀνῃρέθησαν καταδιωχθέντες, τοὺς δὲ πλείστους διασπαρέντας ἐπεκθέοντες ἐκ τῶν πέριξ κωμῶν καὶ πόλεων ἔκτεινον.
30.1 οὕτω μὲν ἡ Ῥώμη παραλόγως ἥλω καὶ παραλογώτερον ἐσώθη, μῆνας ἑπτὰ τοὺς πάντας ὑπὸ τοῖς βαρβάροις γενομένη, παρελθόντες γὰρ εἰς αὐτὴν ὀλίγαις ἡμέραις ὕστερον τῶν Κυϊντιλίων εἰδῶν περὶ τὰς Φεβρουαρίας εἰδοὺς ἐξέπεσον. ὁ δὲ Κάμιλλος ἐθριάμβευσε μέν, ὡς εἰκὸς ἦν, τὸν ἀπολωλυίας σωτῆρα πατρίδος γενόμενον καὶ κατάγοντα τὴν πόλιν αὐτὴν εἰς ἑαυτήν·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi